Ancient Greek · ~2 min
‘Ο ΚΥΝΑΙΓEΙPΟΥ ΠAΤHP
Marcus Antonius Polemon, Declamationes 3
Not analysed yet
ποιοῦμαι δὲ τὴν σπουδὴν οὐ τῶν ἰδίων τοὐμοῦ παιδὸς ἐπαίνων χάριν —ὅστις γὰρ ἂν καὶ λέγῃ τὸν λόγον, τὸν πλεῖστον ἐπὶ Κυναιγείρῳ διαθήσεται —ἀλλὰ τῆς κοινῆς δόξης τῶν ἐπὶ τῷδε τῷ τάφῳ κειμένων οἷς σεμνόν ἐστιν ἂν ὁ Κυναιγείρου πατὴρ εἴπῃ τὸν ἐπ' αὐτοῖς λόγον. ἔσονται γὰρ οὕτως ὁμότιμοι πάντων αἱ χεῖρες τῇ Κυναιγείρου δεξιᾷ· εἰ δὲ μή, ταῖς ὑμετέραις φιλοτιμίαις τὰ τῶν παίδων συγκινδυνεύουσιν.