Ancient Greek · ~7 min
12 to 18
Marcus Antonius Polemon, Declamationes 12-18
Not analysed yet
ταῦτα ἐμὸν ποιεῖ τὸ νῖκος, διὰ ταῦτα ἐμοὶ τὸν λόγον προσήκειν μᾶλλον δίκαιον· ὑπʼ ἐμοῦ γὰρ δεῖ καὶ λέγοντος καλῶς τιμηθῆναι τὸν τάφον ὃν ἐκόσμησα τῷ πολλῷ μου νεκρῷ. ἀλλʼ οὑτοσί φησιν εἶναι πολεμάρχου πατήρ, ἐμὲ δὲ τῶν ἀκολουθησάντων ἑνός. οὐκοῦν ὁ μὲν ἱκανῶς τετίμηται καὶ τοὔνομα τῆς ἀρχῆς ἔχει παραμύθιον, ἐμοὶ δὲ ὀφείλεται τιμῆς παραμυθία. ὁ μὲν οὖν πολέμαρχος κλήρῳ καὶ τύχῃ γίνεται· οὔκουν ἀρετῆς οὐδὲ ἀξιώματός ἐστι τεκμήριον (ἡ πολεμαρχία)· ἡμεῖς δὲ νῦν ἐξ ἔργων, οὐκ ἐξ ὀνομάτων φιλοτιμούμεθα ὥστʼ οὐδὲν κοινωνεῖ τοῖς δικασταῖς τῆς παρούσης ἁμίλλης ἡ τῆς πολεμαρχίας ἀξίωσις. ἐπολεμάρχησε μὲν οὖν κἂν ἕτερος λαχών, τὰ δὲ μέγιστα τῶν ἔργων ἀρετὴ καὶ τόλμα φέρει μόνη. δεδήλωται δὲ καὶ τῷ νόμῳ τὸ μὴ τοῖς τῶν πολεμάρχων οἰκείοις ἀνακεῖσθαι τοὺς ἐπιταφίους· εἰ γὰρ εἰκὸς ἦν, πάλαι τοῦτο ἂν ἐδέδοκτο· ἐγὼ δὲ καὶ πάντων αἱρετὸν εἶναί φημι τὸν ἐροῦντα κἂν οὐ πολέμαρχος οὐδὲ πολεμάρχου υἱὸς ᾖ· βελτίων γε μὴν καὶ δικαιότερος [εἰπεῖν χρῆναι] λέγειν ὅστις ἀριστέα ἔχει. ταῦτα διοριζομένῳ Μιλτιάδην ἀμφισβητεῖν ἔδει τοῦ λόγου· καὶ γὰρ στρατηγός ἐστιν ὅς τοῦ πολεμάρχου καὶ μείζων ἐστίν, καὶ τὴν μεγίστην ἀρχὴν τοῦ πολέμου μετακεχειρισμένος ὁ [τοῦ στρατηγοῦ] πατὴρ (αὐτοῦ) [ὅπερ ἐστὶν ἀπωτέρω]· νῦν δὲ ἡμῖν ἐφεὶς ἱκανῶς καὶ αὐτὸς δεδήλωκεν ὡς οὐκ ἀπʼ ἀρχῆς ἀλλʼ ἀπʼ ἀρετῆς χρὴ παριέναι ἐπὶ τὸν λόγον. φέρε οὖν ἐπὶ τούτοις κρινώμεθα, ἐπειδὴ καὶ τοὺς ἄλλους πολεμάρχους ὁρᾷς καὶ τοὺς πατέρας αὐτῶν τὴν ἡσυχίαν ἄγοντας. οὐκοῦν τῷ μὲν σῷ παιδὶ καὶ ἀνάγκη τις ἢ ἀρετὴ ἦγεν· ἐξῆρχε γὰρ κἀν τοῖς πρώτοις ἔταττεν αὐτὸν ἡ πολεμαρχία· ὁ δὲ ἐμὸς υἱὸς οὐκ ἀρχὴν αἰδούμενος οὐδὲ ὑπὸ τῆς ἡγεμονίας δυσωπούμενος οὐδὲ ἀκολουθῶν ὀνόματι, αὐτοκράτορι δὲ ἀρετῇ καὶ καθαρᾷ προθυμίᾳ χρώμενος τοιοῦτος ἐφάνη.