Ancient Greek · ~3 min
19 to 21
Marcus Antonius Polemon, Declamationes 19-21
Not analysed yet
ἀλλὰ καὶ Καλλίμαχον μὲν νόμος, Κυναίγειρον δὲ τὸ φρόνημα παρέταττεν· καὶ τῷ μὲν *τὸ χρῶμα* οὐδὲ οἶόν τε ἦν λαθεῖν κακῷ γενομένῳ, τῷ δʼ ἐξῆν ἀφανῶς καὶ τὰ μέτρια μάχεσθαι. Καλλίμαχος μὲν καὶ πρεσβύτερος ὤν, ὥστε καὶ ῥώμην καὶ πεῖραν ἔχων πλείονα, καὶ μέλλων ἐλάττονος ἀμελήσειν βίου πολλὰ μὲν εἶχε τὰ σύμμαχα· θαυμαστὸν δὲ οὐδὲν εἰ κινδυνεύειν ἐτόλμησεν· Κυναίγειρος δέ, ἅτε μειράκιον ἐξιών, ἐκ πλείονος μὲν μεγαλοψυχίας τοῦ πλείονος περιεῖδε βίου οὐδὲ τὸ τῆς νεότητος ἄπειρον καὶ ἀπόμαχον ἐνέβαλε πολλήν τινα τῇ τούτου τόλμῃ περιουσίαν. ἔτι δέ, Καλλίμαχος ἐν τοῖς πρώτοις ἢ μέσοις τῆς μάχης ἀπέθανεν οὐκ ἀντισχὼν τοῖς πλείοσιν ἔργοις καὶ πόνοις, Κυναίγειρος δὲ μέχρι τῆς τῶν πολεμίων ἤρκεσε φυγῆς, ὥστε ὁ μὲν ἐν μέρει τῆς μάχης ἐξητάσθη μόνον, ὁ δὲ πάντα τὸν πόλεμον διὰ τέλους ἐπολέμησεν.