Ancient Greek · ~2 min
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.47
Not analysed yet
νῦν σε μᾶλλον, ὦ Καλλίμαχε τέκνον, ἐθαύμασα Κυναιγείρου πεσόντος ὑπὸ πληγῆς μιᾶς, ὦ πολλὰ τοιαῦτα λαβὼν τραύματα καὶ μὴ κεκινημένε. οὐδεὶς σὲ ερσῶν διελὼν ἄπεισιν ὡς τῶν λοιπῶν ἀνθρώπων τὰ σώματα οὐκ ἀκινάκῃ Μηδικῷ, οὐ κοπίδι ερσικῇ, οὐκ αἰχμῇ Βαβυλωνίᾳ, οὐ πελέκει Φοινικίῳ. ὦ μόνε τῶν ἀποθανόντων οὐ πεσὼν καὶ μόνε μὴ ζῆν ἀπιστούμενε ἔστης μαρτυρούμενος τὴν νίκην τῷ σχήματι καὶ τῆς ψυχῆς ἀπελθούσης ὅμοιος ἦσθα τῷ μαχομένῳ.