Ancient Greek
2.48 to 2.49
Marcus Antonius Polemon, Declamationes 2.48-49
Not analysed yet
ὦ τοῦ μεγάλου θαύματος· νῦν πρῶτον ἀθάνατος ὤφθη νεκρός. ὦ παῖ, μάντευμα ἄρα σου τοῦ κάλλους καὶ τῆς μάχης καὶ τοὔνομα ἦν. ἀνακάλει νῦν πολλὰ τὸν Κυναίγειρον ᾧ καὶ τὸ συμβὰν ὄνομα ἄδηλον [εἶναι] τῷ ἐρευνᾶν βουλομένῳ. ὁ σὸς πάρεργον τοῖς βαρβάροις ἐγένετο, ὁ δὲ ἐμὸς υἱὸς διʼ ἀρετῆς περιουσίαν καὶ τῆς μάχης ὅλης ἐκράτησε καὶ τῆς νῦν τελουμένης τιμῆς γέγονεν αἴτιος. τῶν γὰρ ἄλλων πολεμάρχων δειλίαν ἐντιθεμένων τῷ πλήθει ἡ τούτου ψῆφος προσγενομένη τὴν ὅλην συμβολὴν ἐποίησε καὶ ὅπως δεῖ ἀπομάχεσθαι καὶ τολμᾶν ἐκύρωσεν ὥστε παντὸς ἂν καὶ μόνος καὶ μάλιστα τοῦ κατορθώματος αἴτιος νομίζοιτο.