Ancient Greek · ~4 min
37 to 40
Marcus Antonius Polemon, Declamationes 37-40
Not analysed yet
ὦ δεξιὰ ψυχῆς ἰδίας ἀξία, οὕτω τὴν ναῦν ὡς Καλλίμαχος τὰ βέλη κατέσχες τιμωρήσασα οἰκείῳ νεκρῷ. ὦ καινὸν ἐπινόημα σώματος. ὦ παῖ, ὦ μέγα θαῦμα, πρῶτος ναῦν ἔδειξας ὑπὸ χειρῶν ὥσπερ ἀγκυρῶν ἀσάλευτον μένουσαν. οἷά σέ φασι βοᾶν, ὦ παῖ, τῆς νεὼς ἐχόμενον· Νάξον ἀπαιτῶ τὴν ἡρπασμένην, τὰς ἐν Αἰγαίῳ νήσους ἀπαιτῶ. ἀπόδοτε καὶ μὴ φεύγετε. ὦ παῖ μείζω τῆς φύσεως βεβουλημένε· ὦ θρασύτερα ποιήσας τὰ μέλη τοῦ σώματος· ὦ ὁ περινοήσας διὰ τῶν πεδίων καὶ τῶν ὀρῶν ἄγειν ναῦν Ἀθηναίοις αἰχμάλωτον. ὦ δεινῆς μάχης αναθήναια μεμιμημένης. εἰ τοιαύτας χεῖρας εἴχομεν οἵας σύ, οὐκ ἂν ἐξῆλθον Αἰγαίου, οὐχ ὑπεδέξαντό σου τὰς χεῖρας, ὦ παῖ, τὰς βραδέως πεσούσας τῇ μὲν οἱ πολῖται, τῇ δὲ οἱ φίλοι λαταιεῖς καὶ τὸ λοιπὸν σῶμα πάντες ἐστεφάνωσαν ὥσπερ τρόπαιον. σὺ δέ, ὦ τέκνον, ὡς μηδὲν δεινὸν ὑποστὰς πρὸς τοὺς πολεμίους ἐβόησας τί φεύγετε, ὦ κακοδαίμονες; στῆτε καὶ τὰς πόλεις ἀπόδοτε ἃς ἐληίσασθε. αὐτοὶ δὲ ἐκραύγαζον φεύγοντες· ω τῆς τολμηρίας, ὦ μαινομένης δεξιᾶς, ὦ τοῦ μεγάλου λήματος· ἐπιστρέψει τάχα τὴν ναῦν ἡ δεξιὰ πρὸς τὴν ἤπειρον.