Ancient Greek · ~3 min
‘Ο ΚΥΝΑΙΓEΙPΟΥ ΠAΤHP
Marcus Antonius Polemon, Declamationes 41
Not analysed yet
Δάτιδος δὲ κόπτειν τὴν κεφαλὴν τοῦ τροπαιούχου ἄνωθεν ὁρμήσαντος καὶ ὑπὸ δέους ἀπράκτου μείναντος ἐγείρεται πᾶς ἀνὴρ πρὸς τὴν χεῖρα καὶ μυρία καμὼν καὶ μηδὲν ἰσχύσας ἐβόησεν ἕκαστος· ἐφʼ οἴας ἡμᾶς, ὦ θεοί, γάγετε δεξιάς. τί μέλλετε ἄνδρες χαλκεόθυμοι; ἢ θᾶττόν τις ἡμῶν ἀποτεμνέτω τὴν χεῖρα καὶ ἡμᾶς λυσάτω ἢ ἤδη ναῦς διὰ θαλάττης ἐπιδραμοῦσα καὶ ἱππικαὶ φάλαγγες διὰ γῆς αἰχμαλώτους ἡμᾶς εἰς Ἀθήνας κομιοῦσι. τὰ μὲν οὖν ἄλλα βέλη ταύτης οὐχ ἥπτοντο, πελέκει δὲ μεγάλῳ τις αὐτὴν ὥσπερ δρῦν ἢ πεύκην ἔκοπτεν. ὁ δὲ ταύτης οὐδὲν ἐφρόντισεν ἀφαιρουμένης ὥσπερ ἀλλοτρίαν χεῖρα διδοὺς περὶ ἣν ὅλον τὸ στρατόπεδον τὸ μὲν ἔπιπτεν ἐν μέρει, τὸ δὲ ἐμάχετο, καὶ τὰ τραύματα τοῖς στοιχείοις διένειμεν.