Ancient Greek · ~6 min
4 to 10
Marcus Antonius Polemon, Declamationes 4-10
Not analysed yet
ὁρᾶτε δέ, ὅσῳ δικαιότερος κρατεῖν Κυναίγειρος, ἐπεὶ καὶ κρατῶν ἀπέθανεν. εἰδόσι μὲν οὖν τὰ τοῖς παισὶν ἡμῶν πεπραγμένα τῇ τοῦ παιδὸς θάτερος ἀρετῇ συναγωνίζεται, καὶ λεγόμενα δʼ ἔσται τὰ κρείττω φανερώτερα. Καλλίμαχον μὲν ὡς πολέμαρχον ἀνάγκη τῆς ἀρχῆς ἦγεν εἰς Μαραθῶνα καὶ μὴ βουλόμενον ἀμύνασθαι τὴν τῶν βαρβάρων ἀπόβασιν· Κυναίγειρος δὲ ὑπʼ ἀρετῆς καὶ τόλμης, ἐθελούσιος, ἐπεὶ καὶ νέος ὢν κομιδῆ, σχεδὸν καὶ πρὸ τῆς ἡλικίας, μετέσχε τῆς ἐξόδου, ἔρωτι δόξης καὶ μεγάλων ἔργων ὀρεγόμενος. ἐν δὲ τῇ μάχῃ πάντες μὲν ἐγένοντο ἄνδρες ἀγαθοὶ καὶ οἱ πεσόντες τῶν στρατιωτῶν καὶ οἱ περιγενόμενοι· θαυμαστότατοι δὲ πάντων ἐφάνησαν οὑμός τε παῖς καὶ ὁ τούτου. ἀλλʼ ὁ μὲν τούτου τοῖς βέλεσι τῶν ἐναντίων ἐκθεὶς ἑαυτὸν ὑπʼ αὐτῶν τῶν τοξευμάτων τε καὶ βλημάτων περιχυθέντων κατεσχέθη καὶ διὰ τοῦτο ἔμενεν ἐν τῷ τῆς στάσεως σχήματι καὶ ἐδόκει ἑστάναι πεσεῖν μὴ δυνάμενος καὶ τὸ Καλλιμάχου λαμπρὸν τοῦτό ἐστι μόνον, σχῆμα ζῶντος ἐν νεκρῷ σώματι· ὁ δὲ ἐμὸς Κυναίγειρος ὑπερβὰς τὴν φάλαγγα κᾆτα ἀδεῶς ἐκδραμών, πρὸς αὐτὴν ἐπεξῆλθε τὴν ᾐόνα ἔνθα δὴ τὸ πλεῖστον ἦν τῆς στρατιᾶς καὶ μαχιμώτατον, καὶ γυμνὸς σχεδὸν μαχόμενος ἐπέβη τῇ θαλάσσῃ καὶ πρῶτος ἀνθρώπων. ἐναυμάχησεν ἐκ γῆς. πολλὰς μὲν οὖν ἐφόβησε ναῦς, μιᾶς δὲ Φοινίσσης κατὰ τῆς τρόπιδος χεῖρα μεγάλην ἐπιβαλὼν εἴχετο, μὴ φεύγειν ἐπιτρέπων τῷ βασιλέως ναυτικῷ. πολὺν μὲν οὖν χρόνον ἡ ναῦς κατείχετο ἐρηρεισμένη τῇ Κυναιγείρου δεξιᾷ καθάπερ πείσματι· ταύτης δὲ ἀποκοπείσης τὴν ἑτέραν ἐπέρριψε καὶ καθʼ ἕκαστον τῶν Κυναιγείρου μελῶν ἐγίνετο μάχη καρτερά· κοπείσης δὲ καὶ ταύτης ὁ λοιπὸς Κυναίγειρος τρόπαιον ἦν.