Ancient Greek
‘Ο ΚΥΝΑΙΓEΙPΟΥ ΠAΤHP
Marcus Antonius Polemon, Declamationes 44
Not analysed yet
ὧ παῖ, τὰς μὲν σὰς χεῖρας ᾄδουσι λαταιεῖς, τὰς δὲ σὰς ἀριστείας Λακεδαιμόνιοι πυνθάνονται. ταύταις καὶ ολύζηλος κολούθησε μὴ τεθεαμένος. προκατέλαβες Ἀθηναίοις, ὦ παῖ, καὶ τὴν θάλασσαν ἡμῖν οἰκείαν ἐποίησας· συνέθου τῷ στοιχείῳ φιλίαν ὑπὲρ τῆς πατρίδος· ἔδωκας ὑπὲρ ἡμῶν τῇ θαλάσσῃ τὴν δεξιάν. μιμήσονται χρόνῳ ναυμαχοῦντες τὰ σὰ σχήματα καὶ γενήσονται ἐκ σιδήρου χεῖρες *ἐπὶ ναῦς ἐπιβολὰς,* ὦ παῖ, τῆς σῆς μάχης εἰκόνας ἔχουσαι.