Ancient Greek · ~5 min
45 to 49
Marcus Antonius Polemon, Declamationes 45-49
Not analysed yet
καὶ πολλὰ λέγειν ἔχων τῆς σῆς ἀρετῆς ἐγκώμια, τὰ κάλλιστα κοινῷ νόμῳ φυλάττω. ἔχεις τοιοῦτόν τινα λόγον μεγαληγορῆσαι, ὦ Καλλιμάχου πάτερ; ποίαν τοιαύτην στάσιν οἵαν ἔστησαν αἱ Κυναιγείρου χεῖρες ἤδη πίπτουσαν τὴν Ἑλλάδα; τοῦ μὲν γὰρ σοῦ νεκροῦ βέλη βάρβαρα, τῆς δὲ πάσης Ἑλλάδος αἱ χεῖρες ἡμῶν τὰ στερεώματα. ἄπελθε, παραχώρησον· ἐρῶ τι καὶ περὶ τοῦ σοῦ παιδός. καλὸν ἐρῶ λόγον, ὅτι τοιούτου στρατιώτου Κυναιγείρου πολέμαρχος ἦν. σὺ δʼ ἐπιταφίῳ μηδὲ ἐπιχείρει πατὴρ ὢν νεκροῦ μηδὲ ταφῆναι θέλοντος. ἤδη πάλαι παρελήλυθεν ὁ καιρὸς τῶν ὑμετέρων ἐπιταφίων· πάλαι γάρ, πάλαι τέθαπται Καλλίμαχος ὑπὸ τῶν βελῶν. εἰμὶ δέ, ὦ ἄνδρες δικασταί, πρὸς τὸν λόγον ἐπιτηδειότερος τὸν ἐπὶ τῷ σήματι· καὶ γὰρ αὐτοῦ πατήρ εἰμι καὶ τῶν μεγάλων ὀνομαστότατος· ἔχω δὲ καὶ γλῶτταν οἵαν ἐκεῖνος δεξιάν. ἐάσατέ με τραγῳδῆσαι τραγῳδίαν ἐπιτάφιον καὶ χορὸν παραγαγεῖν ἐπινίκιον· μὴ φθονήσητε δράματι Μαραθωνίῳ. ἀλλʼ, ὦ Αἰσχύλε παῖ, τὸν λόγον μοι σὺ ποίησον καὶ συγκόσμησον τὰς Μαραθῶνος μάχας τῷ πατρί. μή με ἀτιμάσητε· χεῖρας ὑμῖν ὁμοίας προτείνω ταῖς ὑπὲρ ὑμῶν κειμέναις. ἔχομαι τοῦ λόγου, λαμβάνομαι τοῦ τάφου. οὐκ ἀφίσταμαι τὸ πολυάνδριον διεξιών, πατὴρ ὢν Κυναιγείρου. ἐπιτίθημι τὰς χεῖρας τῷ σήματι· καὶ ταύτας ὁ θέλων ἀποκοψάτω.