Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΤΙΑ ΕΝ ΣΥΝΤΟΜΩΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 1
Not analysed yet
Ὁ ἐν ἁγίοιϲ πατὴρ ἡμῶν Πορφύριοϲ οὗτοϲ ὥρμητο ἐκ τῆϲ θεϲϲαλονικέων πόλεωϲ, πλουϲίων καὶ εὐγενῶν γονέων ὑπάρχων υἱόϲ, ἐπὶ τῆϲ βαϲιλείαϲ Ἀρκαδίου καὶ Ὁνωρίου. ἀπάραϲ δὲ τῆϲ ἐνεγκαμένηϲ καὶ πλεύϲαϲ εἰϲ Αἴγυπτον δέχεται τὸ ϲχῆμα τοῦ μονήρουϲ βίου ἐν τῇ κήτει. πέμπτον δὲ ἔτοϲ ϲὺν τοῖϲ ἁγίοιϲ πατράϲι δια- τρίψαϲ ἦλ|θεν εἰϲ Ἱεροϲόλυμα προϲεδρεύων τοῖϲ ἁγίοιϲ τόποιϲ, κἀκεῖθεν ἀπρϲτέλλει Μάρκον τὸν διακονοῦντα αὐτῷ μετὰ γραμμάτων ἐν Θεϲϲαλονίκῃ· ἣν καταλαβὼτ καὶ μερίϲαϲ τὴν οὐϲίαν αὐτοῦ μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἤγαγεν αὐτῷ τὴν τούτων τιμὴν νομίϲματα τριϲχίλια, ἄργυρον δὲ καὶ χρυϲὸν καὶ ἐϲθήματα ἑτέρων νομιϲμά- των χιλίων τετρακοϲίων· ἅπερ λαβὼν ὕϲτερον διέδωκεν πτωχοῖϲ καὶ μοναϲτηρίοιϲ. πάϲχοντοϲ οὖν αὐτοῦ πρώην τὸ ἧπαρ, εὗρεν αὐτὸν ὁ διακονητὴϲ αὐτοῦ ἐλθὼν ὑγιῆ καὶ ἐρωτήϲαϲ τὸν τρόπον τῆϲ ἰάϲεωϲ, ἔφη ὅτι Ὄντοϲ μου ἐν τῇ ἀγρυπνίᾳ τῆϲ ἁγίαϲ Ἀναϲτάϲεωϲ, κατέϲχεν με ὀδύνη ἀφόρητοϲ. ἀνῆλθον ἐν τῷ ἁγίῳ κρανίῳ καὶ ἔθηκα ἑαυτόν, καὶ ἰδοὺ ὁρῶ ἐν ἐκϲτάϲει τὸν ϲωτῆρα καθηλω- μένον ἐν τῷ ϲταυρῷ καὶ ἄρχομαι κράζειν τὴν φωνὴν τοῦ λῃϲτοῦ ‘μνήϲθητί μου κύριε ἐν τῇ βαϲιλείᾳ ϲου’ καὶ λέγει ὁ ϲωτὴρ τῷ λῃϲτῇ· Κάτελθε ἐκ τοῦ ϲταυροῦ καὶ ϲῶϲον ἐκεῖνον τὸν ἀνακείμενον ὥϲπερ καὶ ϲὺ ἐϲώθηϲ. καὶ κατελθὼν περιέλαβεν καὶ κατεφίληϲέν με |καὶ προ- τείναϲ τὴν αὐτοῦ δεξιὰν ἀνέϲτηϲέν με λέγων· Ἐλθὲ πρὸϲ τὸν ϲωτῆρα. καὶ εὐθέωϲ ἀνέϲτην καὶ ἔδραμον πρὸϲ αὐτὸν καὶ ὁρῶ αὐτὸν καταβάντα ἐκ τοῦ ϲταυροῦ καὶ λέγοντά μοι· Λάβε τοῦτο τὸ ξύλον καὶ φύλαξον αὐτό. καὶ λαβὼν καὶ βαϲτϲαϲ ἦλθον εἰϲ ἐμαυτὸν ἐκ τῆϲ ἐκϲτά- ϲεωϲ καὶ οὐκέτι μοι ὀδύνη ἐγένετο.