Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 35
Not analysed yet
ὁ δὲ μακαριώτατοϲ ἐπίϲκοποϲ Πορφύριο καταϲτήϲ τόν τε ἐικληϲιαϲτικὸν κανόνα καὶ τὴν πᾶϲαν ἀκολου- θίαν, ἐπιζήϲαϲ ἄλλα ὀλίγα ἔτη μετὰ τὸ ἁγιάϲαι τὴν μεγάλην ἐκκληϲίαν, πεωπεεὼν ἀρρωϲτίᾳ διετύπωϲεν εὐϲεβῆ διαθήκην, ληγατεύϲαϲ πολλούϲ, καὶ παραωενοϲ πάνταϲ τοὺϲ τοῦ φιλοχρίϲτου λαοῦ τῷ θεῷ ἐν εἰρήνῃ ἐκοιμήθ μετὰ τῶν ἁγίων μηνὶ Δύϲτρῳ δευτέρᾳ ἔτουϲ κατὰ Γαζαίουϲ ὀγδοηκοϲτοῦ τετροκοϲιοϲτοῦ, ἐπιϲκοπήϲαϲ ἔτη κδ καὶ μῆναϲ ια καὶ ἡμέραϲ η, τὸν καλὸν ἀγῶνα τετελεκὼϲ πρὸϲ τοὺϲ εἰδωλομανεῖϲ ἕωϲ τῆϲ ἡμέραϲ τῆϲ κοιμήϲεϲ αὐτοῦ. καὶ νῦν ἔϲτιν ἐν τῷ παραδείϲῳ τῆϲ τρυφῆϲ, πρεϲβεύων μετὰ πάντων τῶν ἁγίων ὑπὲρ ἡμῶν, ὧν ταῖϲ εὐχαῖϲ ἐλεήϲῃ ἡμᾶϲ ὁ πατὴρ καὶ θεὸϲ ϲὺν υἱῷ καὶ ἁγίῳ πνεύματι, ᾦ ἡ δόξα καὶ τὸ κράτοϲ εἰϲ τοὺϲ αἰῶναϲ τῶν αἰώνων. ἀμήν.