Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΤΙΑ ΕΝ ΣΥΝΤΟΜΩΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 10
Not analysed yet
καὶ φθάϲαντεϲ τὴν Ῥόδον καὶ βουληθέντεϲ προϲκυ- νῆϲαι τὸν ὅϲιον Προκόπιον, ὁ ναύκληροϲ αἷρετικὸϲ ὤν οὐ ϲυνεχώρηϲεν. καὶ εὐπλοήϲαντεϲ ἐπὶ δύο ἡμέραϲ γίνε- ται κλύδων μέγαϲ, ὥϲτε ἑαυτοὺϲ ἀπογνῶναι, καὶ εὐχο- μένων αὐτῶν καὶ ἐτπ⌊ι⌉καλουμένων εἰϲ βοήθειαν τὴ⌊ν⌉ εὐχὴν τοῦ ἁγίου Προκοπίου τ⌊οῦ ἡ⌉ϲυχαϲτοῦ φαίνεται τῷ μακα⌊ρίῳ⌉ Πορφυρίῳ ὁ ὅϲιοϲ Προκ⌊όπιοϲ⌉ περὶ τὸν ὄρθρον λέγων· Τ|ὸν ναύ⌉κληρον κατηχήϲατε ⌊καὶ ϲφρα- γίϲατε, Ἀρειανὸϲ γάρ ἐϲτιν ⌊καὶ δι⌉ὰ τοῦτο οὐ ϲυνεχώ- ρηϲεν ὑ⌊μῖν ἐλ⌉θεῖν πρόϲ με. ἀλλὰ πο⌊ιήϲατε⌉ αὐτὸν ἀναθεματίϲαι Ἄ⌊ρειον καὶ⌉ τὴν κακοπιϲτίαν αὐτοῦ, ⌊καὶ εὐθέωϲ⌉ παύϲεται ἀφ’ ὑμῶν ὁ κλύ⌊δων. γνω⌉ρίζουϲι τοῦτο τῷ ναυκλήρ⌊ῳ, καὶ ἐξο⌉μολογεῖ καὶ ἀναθεματίζει Ἄρειον καὶ ἀναϲφραγιϲθεὶϲ καὶ κατηχηθεὶϲ μετέλαβε τῆϲ ἀχράντου κοινωνίαϲ. καὶ αὐτίκα ἐπαύθη ὁ κλύδων καὶ διὰ τεϲϲάρων ἡμερῶν καταλαβόντεϲ τὸν αιουμᾶν, ὑπήν- τηϲαν αὐτοῖϲ οἱ τῆϲ πόλεωϲ καὶ τῶν λοιπῶν μερῶν μετὰ ψαλμῳδίαϲ.