Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΤΙΑ ΕΝ ΣΥΝΤΟΜΩΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 11-2
Not analysed yet
ὡϲ δὲ εἰϲῆλθεν εἰϲ τὴν πόλιν ἐπὶ τὸ καλούμενον τετράμφοδον, τὸ εἶδωλον τῆϲ Ἀφροδίτηϲ ἱϲτάμενον διὰ γλυφῆϲ μαρμάρου, ἔχον εἰϲ προὐπτον πάντα τὰ ἀϲχή- μονα μέλη καὶ ἀπατῶν ἄνδραϲ τε καὶ γυναῖκαϲ, ἔπεϲεν καὶ ϲυνετρίβη τοῦ ἐν αὐτῷ δαίμονοϲ ἐξελθόντοϲ καὶ τοῦτο ϲυντρίψαντοϲ, καὶ ϲυνέτριψεν ἐκ τῶν παριϲταμέ- νων Ἐλλήνων δύο ὡϲ ἑϲτῶταϲ καὶ μυκτηρίζοντοϲ ⌊τὸ⌉ν λαὸν ἀεὶ τῶν Χριϲτιανῶν· ὥϲ⌊τε ἐκ⌉ τῶν Ἐλλήνων πι- ϲτεῦϲαι ἄν⌊δραϲ⌉ μὲν τριάκοντα δύο, γυ⌊ναῖκαϲ⌉ δὲ ἑπτά.