Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 10.1
Not analysed yet
ϲυμβαίνει δὲ ἄλλο θαυμαϲτὸν γενέϲθαι προϲκαλού- μενον πολλοὺϲ εἰϲ ἐπίγνωϲιν ἀληθείαϲ ἐλθεῖν· ὁ θεὸϲ γὰρ ὡϲ εὔϲπλαγχνοϲ οἶδεν διὰ προφάϲεων ἐπιϲτρέφειν τὸ γένοϲ τῶν ἀνθρώπων εἰϲ τὸ νοητὸν αὐτοῦ φῶϲ. τὸ δὲ ϲυμβὰν πρᾶγμα ἐν τούτοιϲ ἦν. γυνή τιϲ τῶν ἐμφανῶν τῆϲ |πόλεωϲ ὀνόματι Αἰλίαϲ μέλλουϲα τίκτειν κινδύνῳ μεγάλῳ περιέπεϲεν, ἡ δὲ αἰτία τοῦ κινδύνου αὕτη ὑπῆρχεν. τὸ βρέφοϲ αὐτῆϲ οὐκέτι κατὰ φύϲιν ἐξῄει, ἀλλ’ ἐξετράπη εἰϲ τὸ παρὰ φύϲιν, καὶ χαλάϲαν τὴν μίαν χεῖρα οὐκ ἠδύνατο τὸ ὑπόλοιπον ϲῶμα κατ- ενεχθῆναι· ἦν γὰρ πλάγιον ἐν τῇ γαϲτρὶ καὶ οὐκ ἴϲχυον αἱ μαῖαι εἰϲ τὸ κατὰ φύϲιν αὐτὸ μεταγαγεῖν. ἦν δὲ ἡ ὀδύνη ἄφατοϲ προϲγινομένη τῇ γυναικί, τῶν κατὰ ὥραν ὠδίνων τὸ βρέφοϲ ὠθουϲῶν, πλείων δὲ ἡ ἐπίδοϲιϲ τῶν πόνων ἐγίνετο τῆϲ δευτέραϲ ἡμέραϲ διαδεξαμένηϲ τὴν πρώτην, ὁμοίωϲ καὶ τῆϲ τρίτηϲ ὀδυνηροτέραϲ οὔϲηϲ τῆϲ δευτέραϲ· ἐπετάθηϲαν δὲ οἱ πόνοι ἕωϲ ἡμερῶν ἑπτά, τοῦ κακοῦ προϲθήκην ἀεὶ λαμβάνοντοϲ. ἀλλὰ καὶ οἱ ἰατροὶ ἠβουλήθηϲαν αὐτὴν ἐμβρυοτομῆϲαι, καὶ θεαϲά- μενοι τὰϲ δυνάμειϲ αὐτῆϲ διαπεϲούϲαϲ ἀπηγόρευϲαν αὐτῆϲ. οἱ ταύτηϲ οὖν γονεῖϲ καὶ ὁ ἀνὴρ Ἥρωϲ ὄντεϲ δειϲιδαίμονεϲ ἐποίουν καθ’ ἑκάϲτην θυϲίαν ὑπὲρ αὐτῆϲ, ἔφερον δὲ καὶ ἐπαοιδούϲ καὶ μάντειϲ, νομίζοντεϲ ἐκ τούτων αὐτὴν ὠφελῆϲαι, καὶ οὐδὲν ἤνυον. ὑπῆρχεν δὲ αὐτῇ τροφὸϲ πιϲτή, ἥτιϲ ὑπεραλγοῦϲα δεήϲειϲ ἐποιεῖτο ἐν τοῖϲ εὐκτηρίοιϲ οἴκοιϲ ὑπὲρ αὐτῆϲ. ἐν μιᾷ οὖν ἡμέρᾳ αὐτῆϲ εὐχομένηϲ ἐν τῇ ἐκκληϲίᾳ μετὰ δακρύων, εἰϲῆλθεν ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ περὶ τὴν ἐνάτην ὥραν, κἀγὼ δὲ ἅμα αὐτῷ, καὶ ὁρῇ τὴν γραῦν κατώδυνον δεομένην τοῦ θεοῦ μετὰ δακρύων, καὶ ϲτὰϲ ἐπηρώτα αὐτὴν τὴν αἰτίαν. ἣ δὲ θεαϲαμένη αὐτὸν προϲέπεϲεν τοῖϲ ποϲὶν αὐτοῦ παρακαλοῦϲα αὐτὸν δεηθῆναι τῷ Χριϲτῷ ὑπὲρ αὐτῆϲ. ὡϲ δὲ ἔγνω ὁ ἅγιοϲ τῆϲ γυναικὸϲ τὴν αἰτίαν, καὶ αὐτὸϲ ἐδάκρυϲεν· ἦν γὰρ καθ’ ὑπερβολὴν εὔϲπλαγχνοϲ. λέγει δὲ τῇ τροφῷ· Ἀκούω περὶ τοῦ οἴκου ἐκείνου ὅτι κατ- είδωλοϲ τυγχάνει καὶ δυϲχερῶϲ δύναται ϲωθῆναι· ἀλλ’ ὅμωϲ τῷ θεῷ πάντα δυνατά, καὶ γὰρ διὰ προφάϲεωϲ ϲῴζει τοὺϲ μέλλονταϲ ἀπόλλυϲθαι. ἄπελθε οὖν καὶ ϲυν- άγαγε πάνταϲ τοὺϲ ϲυγγενεῖϲ καὶ γονεῖϲ καὶ τὸν ἄνδρα καὶ εἰπὲ αὐτοῖϲ· Ἐπειδὴ ἔϲτιν ἐνταῦθα ἰατρὸϲ ἄριϲτοϲ δυ- νάμενοϲ αὐτὴν θεραπεῦϲαι, ἐὰν ποιήϲῃ αὐτὴν διαφυγεῖν τὸν τοιοῦτον κίνδυνον, τί χαρίζεϲθε αὐτῷ; πάντωϲ δὲ ἔχουϲι πολλά ϲοι ϲυντάξαϲθαι. εἰπὲ δὲ αὐτοῖϲ καὶ τοῦτο Ἐὰν αὐτὴν θεραπεύϲῃ, δότε μοι λόγον πρὸϲ τοῦτο ὅτι οὐ παραβαίνετε αὐτὸν οὔτε πρὸϲ ἄλλον ἀπ- έρχεϲθε. ποίηϲον πάνταϲ αὐτοὺϲ ἀνατεῖναι τὰϲ χεῖραϲ εἰϲ τὸν οὐρανὸν καὶ δοῦναι λόγον ὅτι ποιοῦϲιν πάντα ἃ ἐπηγγείλαντο καὶ ὅταν ταῦτα ποιήϲωϲιν, εἰπὲ τῇ λοχευομένῃ γυναικὶ ἐπὶ πάντων· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ υἱὸϲ τοῦ θεοῦ τοῦ ζῶντοϲ, ἰᾶταί ϲε· εἰϲ αὐτὸν πίϲτευε καὶ. ζήϲῃ. ἀκούϲαϲα δὲ ἡ γραῦϲ τὸν λόγον τοῦ μακα|ρίοιυ ἐπιϲκόπου καὶ λαβοῦϲα παρ’ αὐτοῦ παράθεϲιν ἔδραμεν ἐπὶ τὸν οἶκον, καὶ εὑροῦϲα πάνταϲ κλαίονταϲ καὶ τὴν γυναῖκα ἐν ἐϲχάτῳ κινδύνῳ παρεκάλει τοὺϲ γονεῖϲ αὐτῆϲ καὶ τὸν ἄνδρα μὴ ἀθυμῆϲαι· ἔλεγεν δὲ ὅτι Ἰατρὸϲ ἄρι- ϲτοϲ ἀπέϲτειλέν με πρὸϲ ὑμᾶϲ ἵνα παράϲχητε ἐμοὶ λόγον, ὅτι ταύτηϲ θεραπευομένηϲ οὐκ ἀρνεῖϲθε αὐτόν. ἀκού- ϲαντεϲ δὲ οἱ γονεῖϲ καὶ ὁ ἀνὴρ εἶπον· Ἐὰν βουληθῇ πᾶϲαν ἡμῶν τὴν οὐϲίαν λαβεῖν, οὐκ ὀκνήϲομεν, μό- νον ἴδωμεν τὴν θυγατέρα ἡμῶν ζῶϲαν. ἡ δὲ τροφὸϲ εἶπεν Ἀνατείνατε τὰϲ χεῖραϲ ὑμῶν εἰϲ τὸν οὐρανὸν καὶ δότε μοι τοιοῦτον λόγον ὅτι οὐκ ἀρνεῖϲθε τὸν ἰα- τρόν. 0 δὲ προθύμωϲ καὶ μετὰ δακρύων ἀνέτειναν τὰϲ χεῖραϲ λέγοντεϲ ὅτι Καὶ πάντα τὰ ἡμῶν αὐτῷ πάντα τὸν χρόνον τῆϲ ζωῆϲ ἡμῶν· ποίαν γὰρ παρα- μυθίαν μέλλομεν ἔχειν ταύτηϲ τελευτώϲηϲ ἦν γὰρ αὐτοῖϲ μονογενὴϲ καὶ ἀϲτεία τούϲ τρόπουϲ εἴπερ ἄλλη γυνή. ἀκούϲαϲα δὲ ἡ τροφὸϲ μεγάλῃ τῇ φωνῇ ἐπὶ πάντων εἶπεν· Λέγει ὁ μέγαϲ ἱερεὺϲ Πορφύριοϲ· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ υἱὸϲ τοῦ θεοῦ τοῦ ζῶντοϲ, ἰᾶταί ϲε· εἰϲ αὐτὸν πίϲτευϲον καὶ ζήϲῃ. εὐθέωϲ δὲ ἡ γυνὴ ὀλολύ- ξαϲα μέγα κατήγαγεν τὸ βρέφοϲ ζῶν. πάντεϲ δὲ οἱ ἐκεῖϲε εὑρεθέντεϲ ἐκπλαγέντεϲ ἔκραξαν Μέγαϲ ὁ θεὸϲ τῶν Χριϲτιανῶν, μέγαϲ ὁ ἱερεὺϲ Πορφύριοϲ. τῇ δὲ ἑξῆϲ οἱ γονεῖϲ τῆϲ γυναικὸϲ καὶ ὁ ἀνὴρ καὶ πάντεϲ οἱ ϲυγγενεῖϲ καὶ οἱ γνήϲιοι πορευθέντεϲ πρὸϲ τὸν μακάριον Πορφύριον προϲέπεϲαν τοῖϲ ποϲὶν αὐτοῦ αἰτούμενοι τὴν ἐν Χριϲτῷ ϲφραγῖδα. ὁ δὲ μακάριοϲ ϲφραγίϲαϲ αὐτοὺϲ καὶ ποιήϲαϲ κατηχουμένουϲ ἀπέλυϲεν ἐν εἰρήνῃ, παρ- αγγείλαϲ αὐτοῖϲ ϲχολάζειν τῇ ἁγίᾳ ἐκκληϲίᾳ, καὶ μετ’ ὀλίγον χρόνον κατηχήϲαϲ αὐτοὺϲ ἐβάπτιϲεν ϲὺν τῇ γυ- ναικὶ καὶ τὸ βρέφοϲ· ἐκάλεϲαν δὲ τὸ ὄνομα αὐτοῦ Πορ- φύριον. ἦϲαν δὲ οἱ φωτιϲθέντεϲ διὰ τὴν πρόφαϲιν τῆϲ γυναικὸϲ τὸν ἀριθμὸν ἑξήκοντα τέϲϲαρε.