Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 11
Not analysed yet
ὅϲον δὲ ἔβλεπον οἱ τῆϲ εἰδωλομανίαϲ πληθυνομένουϲ τοὺϲ Χριϲτιανούϲ, ἠγριαίνοντο καὶ οὐ ϲυνεχώρουν αὐτοῖϲ μετελθεῖν πολιτικὸν ὀφφίκιον, ἀλλ’ ὡϲ κακοῖϲ οἰκέταιϲ ἐχρῶντο αὐτοῖϲ. ὁρῶν δὲ πάλιν ὁ μακάριοϲ Πορφύριοϲ τὴν πολλὴν ἀδικίαν τῶν Χριϲτιανῶν καὶ μὴ φέρων, βλέπων δὲ αὐτούϲ ἐπηρεαζομένουϲ, ἐξέρχεται ἐπὶ Και- ϲάρειαν πρὸϲ τὸν μακάριον Ἰωάννην τὸν ἀρχιεπίϲκοπον καὶ παρακαλεῖ αὐτὸν μετὰ δακρύων ἄνεϲιν παραϲχεῖν αὐτῷ· μηκέτι γὰρ δύναϲθαι φέρειν ἔλεγεν τὰ ἄτοπα τὰ γινόμενα ὑπὸ τῶν Γαζαίων. ὁ δὲ μακάριοϲ Ἰωάννηϲ ἀκούϲαϲ παρεκάλει αὐτὸν μακροθυμῆϲαι καὶ ἀντέχεϲθαι τῆϲ ἐπιϲκοπῆϲ. καὶ ἀποκριθεὶϲ ὁ ὁϲιώτατοϲ Πορφύριοϲ εἶπεν αὐτῷ· Μαρτυροῦμαί ϲε ἐνώπιον τοῦ ἀοράτου θεοῦ |καὶ τῆϲ ἐλπίδοϲ ἡμῶν Ἰηϲοῦ Χριϲτοῦ τοῦ κυρίου πάϲηϲ κτίϲεωϲ καὶ τοῦ προϲκυνητοῦ καὶ ζωοποιοῦ ἁγίου πνεύματοϲ μὴ παριδεῖν τὴν αἴτηϲίν μου, ἵνα μὴ ἐκζη- τηθῇ παρ’ ἡμῶν ἀπώλεια ψυχῶν ἀναριθμήτων. ἀλλ’ αἰτῶ ϲε, πάτερ, ϲυμπλεῦϲαί μοι ἐπὶ τὴν βαϲιλίδα πόλιν, ἵνα δεηθῶμεν τῶν βαϲιλέων τοῦ οὐρανίου βαϲιλέωϲ ἐπί- νεύοντοϲ καταϲτρέψαι τοὺϲ ναοὺϲ τῶν εἰδώλων. ἀπο -κριθεὶϲ δὲ ὁ μακάριοϲ Ἰωάννηϲ εἶπεν αὐτῷ Τέκνον, ἡ μὲν αἴτηϲιϲ δικαία, ὁ δὲ καιρὸϲ οὐκ ἔϲτιν ἐπιτήδειοϲ· ἡ γὰρ χειμέριοϲ τροπὴ λοιπὸν ἐπιλαμβάνεται. ἀπεκρίθη δὲ ὁ μακάριοϲ Πορφύριοϲ· Ἐὰν θέλῃ ἡμᾶϲ ὁ θεὸϲ εἶναι καὶ τὰ πλήθη Γάζηϲ ἐπιϲτρέψαι, καὶ ἐν χειμῶνι δυνατόϲ ἐϲτιν ϲῷϲαι. ϲὺ δέ, πάτερ, θαρρῶν τῇ εὐϲπλαγχνίᾳ αὐτοῦ θέληϲον, καὶ ἔχομεν εὐοδωθῆναι. λέγει αὐτῷ ὁ μα- κάριοϲ Ἰωάννηϲ· Τὸ θέλημα τοῦ Χριϲτοῦ γενηθήτω. ὡϲ δὲ ἔλαβεν ϲυνταγὰϲ ὁ μακάριοϲ Πορφύριοϲ, γράφει. μοι τὴν ταχίϲτην καταλαβεῖν τὴν Καιϲάρειαν καὶ ἀγα- γεῖν μεθ’ ἑαυτοῦ τρεῖϲ βίβλουϲ καὶ τεϲϲαράκοντα τρία. νομίϲματα, ἅπερ ἔτυχεν περιϲϲεῦϲαι ἐκ τῆϲ προϲόδου τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ. ἐγὼ δὲ δεξάμενοϲ τὰϲ ἐπιϲτολὰϲ καὶ λαβὼν τὰϲ βίβλουϲ καὶ τὰ νομίϲματα εὐθέωϲ ἐξῆλθον καὶ καταλαβὼν τὴν Καιϲάρειαν εὗρον τοὺϲ ὁϲιωτάτουϲ ἐπιϲκόπουϲ εὐτρεπιζομένουϲ ἐπὶ τὸν πλοῦν, καὶ μετὰ δύο ἡμέραϲ ἀναχθέντεϲ ἐπλεύϲαμεν ἡμέρᾳ ὀγδόῃ καὶ εἰκάδι Περιτίου καὶ τῇ εὐϲπλαγχνίᾳ τοῦ Χριϲτοῦ εὐπλοή- ϲαντεϲ δι’ ἡμερῶν δέκα κατήχθημεν εἰϲ Ῥόδον τὴν νῆϲον.