Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 9
Not analysed yet
μετὰ δὲ χρόνον ὀλίγον ἠξιώθημεν τῆϲ χειροτονίαϲ τῶν διακόνων ἐγώ τε καὶ ὁ θεοφιλὴϲ Βαρωχᾶϲ, ἐγὼ μὲν πολὺ ἀνάξιοϲ τυγχάνων, ἐκεῖνοϲ δὲ ἀξίωϲ καὶ δικαίωϲ τοῦτο τὸ δῶρον λαβών. ὁρῶν δὲ ὁ ἐν ἁγίοιϲ [πατὴρ ἡμῶν] Πορφύριοϲ τὰ ἀθέμιτα καθ’ ἑκάϲτην γινόμενα ὑπὸ τῶν εἰδωλολατρῶν βουλεύεται ἀποϲτεῖλαί με εἰϲ τὸ Βυ- ζάντιον αἰτῆϲαι τοὺϲ βαϲιλεῖϲ περιαιρεθῆναι τοὺϲ ναούϲ τῶν εἰδώλων· ἔτι γὰρ ἐχρη|μάτιζον ἐν Γάζῃ, μάλιϲτα τὸ καλούμενον Μαρνεῖον. καὶ ποιήϲαϲ γράμματα πρὸϲ τὸν ἁγιώτατον καὶ ὁϲιώτατον [ἐπίϲκοπον] Ἰωάννην τὸ τηνικαῦτα ἐπίϲκοπον Κωνϲταντινουπόλεωϲ, οὗ κλέοϲ καὶ ἔπαινοϲ παρὰ πάντων μνημονεύεται, ἐπλόιϲέν με καὶ δι’ ἡμερῶν κ ἐφθάϲαμεν, καὶ ἀποδοὺϲ τὰϲ ἐπιϲτολὰϲ τῷ μακαρίῳ Ἰωάννῃ ἐδίδαξα αὐτὸν ἐκ ϲτόματοϲ πάντα- εὐθέωϲ δὲ ἀκούϲαϲ ἐμήνυϲεν πρὸϲ Εὐτρόπιον τὸν κου- βικουλάριον τὰ μεγάλα τότε ἰϲχύοντα παρὰ τῷ βαϲιλεῖ Ἀρκαδίῳ, καὶ ἐπαναγνοὺϲ αὐτῷ τὰϲ ἐπιϲτολὰϲ τοῦ μα- καρίου ἐπιϲκόπου καὶ αἰτήϲαϲ αὐτῷ ϲυνδραμεῖν τῷ γράμ- ματι λαβὼν ϲυνταγὰϲ παρ’ αὐτοῦ ἐξῆλθεν καὶ λέγει μοι· Ϲχόλαϲόν μοι, τέκνον· ἐλπίζω γὰρ εἰϲ τὸν δεϲπό- την Χριϲτόν, ὅτι ϲυνήθωϲ ἔχει τὸ ἔλεοϲ αὐτοῦ ποιῆ- ϲαι. ἐγὼ δὲ οὐκ ἐπαυόμην καθ᾿ ἑκάϲτην αὐτὸν ὑπο- μιμνῄϲκων, κἀκεῖνοϲ ἔπεμπεν καὶ ἠνώχλει Εὐτροπίῳ. μετὸ δὲ ἡμέραϲ ἑπτὰ ἐκφωνεῖται θεῖον γράμμα ὥϲτε κλειϲθῆναι τὰ εἰδωλεῖα τῆϲ Γαζαίων πόλεωϲ καὶ μηκέτι χρηματίζειν, καὶ ἐγχειρίζεται ταύτην τὴν πρόϲταξιν Ἱλά- ριόϲ τιϲ ϲουβαδιουβᾶ τοῦ μαγίϲτρου ἄνθρωποϲ. ἐγὼ δὲ μεθ᾿ ἡμέραϲ τρεῖϲ ἐξεπόριϲα ἐκ τοῦ Βυζαντίου καὶ φθάνω δι᾿ ἡμερῶν δέκα τὴν Γαζαίων πόλιν, προλαβὼν τὸν Ἱλά- ριον ἡμέραϲ ἑπτά. εὗρον δὲ τὸν ὁϲιώτατον Πορφύριον ἀρρωϲτοῦντα. ὡϲ δὲ ἐπέδωκα αὐτῷ τὰ ἀντίγραφα τοῦ μακαριωτάτου Ἰωάννου τοῦ ἐπιϲκόπου Κωνϲταντινου- πόλεωϲ καὶ ἀνέγνω αὐτά, περιχαρὴϲ γενόμενοϲ ἐρρώϲθη ἀφεθεὶϲ τοῦ πυρετοῦ· ἔλεγεν δὲ ἐκ τῆϲ πολλῆϲ θλίψεωϲ τῶν εἰδωλολατρῶν αὑτὸν ἐϲχηκέναι τὴν ἀρρωϲτίαν. μετὰ δὲ ἑπτὰ ἡμέραϲ καταλαμβάνει ὁ εἰρημένοϲ Ἱλάριοϲ, ἔχων δύο κομενταρηϲίουϲ τῆϲ ὑπατικῆϲ καὶ βοηθοὺϲ πολλοὺϲ ἔκ τε Ἀζώτου καὶ Ἀϲκάλωνοϲ καὶ πᾶϲαν δημοϲίαν ὄψιν. εὐθέωϲ δὲ ϲυνέϲχεν τοὺϲ τρεῖϲ πρωτεύονταϲ καὶ λαβὼν παῤ αὐτῶν ἱκανοδοϲίαϲ ἐνεφάνιϲεν αὐτοῖϲ τὸ θεῖον γράμμα τὸ παρακελευόμενον κλειϲθῆναι τὰ εἰδωλεῖα Γάζηϲ τῆϲ πόλεωϲ κινδύνῳ τῆϲ κεφαλῆϲ τῶν πρώτων τῆϲ αὐτῆϲ πόλεωϲ, καὶ καταϲτρέψαϲ πάντα τὰ ἐν αὐτοῖϲ εἴδωλα ἔκλειϲεν αὐτά· τὸ δὲ ἱερὸν τοῦ Μάρνα εἴαϲεν λεληθότωϲ χρηματίζειν, λαβὼν ὑπὲρ τούτου πάμπολλα χρήματα. πάλιν δὲ ἐποίουν οἱ τῆϲ εἰδωλομανίαϲ τὰ ἀθέμιτα ὑπὸ τῆϲ ϲυνηθείαϲ.