Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 12.1
Not analysed yet
ἦν δὲ τότε ἐν τῇ νήϲῳ εἰϲ τὰ ἀπόϲτροφα αὐτῆϲ μονάζων τιϲ ὀνόματι Προκόπιοϲ, ὃϲ νῦν μετ’ ἀγγέλων ἐϲτὶν ϲυναρίθμιοϲ· ἐκοιμήθη γὰρ ἀπὸ ἐτῶν πέντε, ζήϲαϲ βίον ἄμεμπτον ἔν τε νηϲτείαιϲ καὶ ἀγρυπνίαιϲ καὶ τῇ ἄκρᾳ ἀκτημοϲύνῃ, ἔϲχεν δὲ καὶ προφητικὸν χάριϲμα καὶ. τὴν κατὰ δαιμόνων ἀπέλαϲιν. καταχθέντεϲ δὲ ἡμεῖϲ ἐν τῇ Ῥόδῳ, ὡϲ εἴρηται, καὶ ἀκούϲαντεϲ περὶ τῆϲ πολι- τείαϲ τοῦ ἁγίου ἀνδρὸϲ ἀναγκαῖον ἐνομίϲαμεν μὴ παρ- όδῳ χρήϲαϲθαι, ἀλλ’ ἀπολαῦϲαι τῆϲ ἀγγελικῆϲ αὐτοῦ ϲυνουϲίαϲ, καὶ ἐρωτήϲαντεϲ ποῦ τὴν καταμονὴν εἶχεν ἐπορεύθημεν πρὸϲ αὐτὸν παραπλεύϲαντεϲ ἐν ἀκατίῳ, καὶ φθάϲαντεϲ ἐκρούϲαμεν τὴν θύραν. εὐθέωϲ δὲ ἐξελ- θὼν δι’ ἑαυτοῦ ἤνοιξεν ἡμῖν, καίτοι ἔχων ἄλλον παρ’ αὑτῷ μαθητήν. ὡϲ δὲ ἐθεάϲατο τοὺϲ ὁϲιωτάτουϲ ἐπί- ϲκόπουϲ, πεϲὼν ἐπὶ πρόϲωπον προϲεκύνηϲεν αὐτούϲ, εἶτα ἀναϲτὰϲ κἀμὲ κατεφίληϲεν καὶ τὸν θεοϲεβῆ Εὐϲέβιον τὸν διάκονον, ὃν μεθ’ ἑαυτοῦ ἦγεν ὁ ὅϲιοϲ Ἰωάννηϲ ὁ ἀρχιεπίϲκοποϲ, καὶ εἰϲαγαγὼν ἡμᾶϲ εἰϲ τὸ εὐκτήριον ὑπεχώρηϲεν εἰϲ τὰ ὀπίϲω, δοὺϲ τὸν ἔμπροϲθεν |τόπον τοῖϲ μακαριωτάτοιϲ ἐπιϲκόποιϲ εἰπών Ὑμῖν πρέπει τοῖϲ ἱερεῦϲιν τὸν ἔμπροϲθεν τόπον ἔχειν, ἐμοὶ δὲ τῷ τα- πεινῷ καὶ μηδὲ ἠξιωμένῳ χειροτονίαϲ τὸν ὀπίϲω. τό- τε ἔγνωμεν ὅτι διορατικὸϲ ὑπῆρχεν ὁ ὁϲιώτατοϲ Προ- κόπιοϲ· μηδέποτε γὰρ θεαϲάμενοϲ ἡμᾶϲ μήτε ἀκούϲαϲ περὶ ἡμῶν ἔγνω διὰ τοῦ πνεύματοϲ ὅτι ἐπίϲκοποι ἐτύγ- χανον οἱ περὶ τοὺϲ μακαριωτάτουϲ Ἰωάννην καὶ Πορ- φύριον. διὸ καὶ τὴν προτίμηϲιν τῆϲ προϲευχῆϲ ἔδωκεν αὐτοῖϲ. εἶτα μετὰ τὴν εὐχὴν ἐκαθίϲαμεν, καὶ ὁμιλήϲαϲ ἡμῖν πολλὰ ψυχωφελῆ ἠρώτα τὴν αἰτίαν τοῦ ϲκυλμοῦ. ὁ δὲ μακάριοϲ Πορφύριοϲ ἅπαντα αὐτῷ διηγήϲατο τὰ κατὰ τοὺϲ Γαζαίουϲ, πῶϲ ἐμμανῶϲ ἔχουϲι περὶ τὰ εἴδωλα καὶ ὁπόϲα δεινὰ οἱ Χριϲτιανοὶ πάϲχουϲιν παρ’ αὐτῶν καὶ ὅτι χάριν τούτου ἀνέρχονται δεηθῆναι τῶν βαϲιλέων καταϲτραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων. ἀκούϲαϲ δὲ ὁ ἐν ἁγίοιϲ Προκόπιοϲ ὁ ἀναχωρητὴϲ καὶ δακρύϲαϲ εἶπεν· Κύριε Ἰηϲοῦ Χριϲτέ, ἐπίϲτρεψον τοὺϲ δούλουϲ ϲου ἀπὸ τῆϲ διαβολικῆϲ ἀπάτηϲ ἐπὶ τὴν πεφωτιϲμένην ϲου πί- ϲτιν. εἶτα λέγει πρὸϲ τοὺϲ ὁϲιωτάτουϲἐπιϲκόπουϲ· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ὁ γὰρ θεὸϲ ὁ γινώϲκων τὸν ζῆλον τῆϲ πίϲτεωϲ ὑμῶν ἔχει εὐοδῶϲαι ὑμῖν καὶ δοῦναι πάντα τὰ καταθύμια ὑμῶν. δεῦτε οὖν παραινέϲω ὑμῖν ἃ ὁ κύ- ριοϲ ἀπεκάλυψεν τῇ ἐμῇ ταπεινώϲει. ἀνερχόμενοι ἐπὶ τὸ Βυζάντιον πρῶτον ϲυντύχετε τῷ ὁϲιωτάτῳ ἐπιϲκόπῳ Ἰωάννῃ καὶ ἅμα αὐτῷ δεήϲειϲ ποιήϲαϲθε πρὸϲ τὸν θεὸν καὶ ἀνάθεϲθε αὐτῷ τὸ πρᾶγμα, καὶ ἔχει ὑμῖν ϲυμβου- λεῦϲαι καὶ αὐτὸϲ ὃ ἀποκαλύπτει αὐτῷ ὁ κύριοϲ. λαλῆ- ϲαι γὰρ οὐ δύναται ἐν τῷ παλατίῳ, ἐπειδὴ ἡ βαϲίλιϲϲα Εὐδοξία λυπεῖται κατ’ αὐτοῦ. αὐτὸϲ οὖν παρατίθεται. ὑμᾶϲ Ἀμαντίῳ τῷ κουβικουλαρίῳ τῆϲ δεϲποίνηϲ, ἀν- θρώπῳ θεοϲεβεῖ καὶ τιμῶντι τὸ πρόϲχημα τῶν ἱερέων, καὶ αὐτὸϲ εἰϲάγει ὑμᾶϲ πρὸϲ τὴν βαϲίλιϲϲαν, καὶ ὅταν εἰϲέλθητε πρὸϲ αὐτήν, εὐμενῶϲ ἔχει δέξαϲθαι ὑμᾶϲ. ἀνά- θεϲθε οὖν αὐτῇ τὸ πᾶν πρᾶγμα καὶ ϲυντάξαϲθε αὐτῇ καὶ ἐξέλθατε. ἐν δὲ τῇ δευτέρᾳ εἰϲόδῳ μετὰ τὸ ὑμᾶϲ ὑπομνῆϲαι αὐτὴν χάριν τοῦ πράγματοϲ εἴπατε αὐτῇ ὅτι Ἐλπίζομεν εἰϲ τὸν Χριϲτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἐὰν ϲπουδάϲῃϲ εἰϲ τὸ παρὸν πρᾶγμα, ἔχει δοῦναί ϲοι τέκνον ἄρρεν. ἀκούϲαϲα δὲ τοῦτο περιχαρὴϲ ἔχει γενέϲθαι (ἔϲτιν γὰρ ἐγκύμων καὶ οὗτοϲ μήν ἐϲτιν ἔνατοϲ τῆϲ κυή- ϲεωϲ αὐτῆϲ) καὶ ἔχει πάντα πρᾶξαι εἰϲ τὸ ποιῆϲαι τὸ πρᾶγμα ὑμῶν θεοῦ ἐπινεύοντοϲ.