Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 13
Not analysed yet
ἡμεῖϲ δὲ ἀκούϲαντεϲ τὸν λόγον τοῦ ἁγίου ἀνδρὸϲ καὶ πιϲτεύϲαντεϲ εἰϲ ἃ ἐλάληϲεν, λαβόντεϲ παράθεϲιν ἐξήλθομεν καὶ ἀναχθέντεϲ ἐκείνῃ τῇ ἡμέρᾳ ἐπλεύϲαμεν καὶ δι’ ἄλλων ἡμερῶν δέκα ἐφθάϲαμεν τὸ Βυζάντιον καὶ λαβόντεϲ ξενίαν τῇ ἑξῆϲ ἐπορεύθημεν πρὸϲ τὸν ὁϲιώτατον ἀρχιεπίϲκοπον Ἰωάννην. γνοὺϲ δὲ τίνεϲ ἐϲμὲν |ἐδέξατο ἡμᾶϲ μετὰ πολλῆϲ τιμῆϲ καὶ θεραπείαϲ. ἐπηρώ- τηϲεν δὲ ἡμᾶϲ δι’ ἣν αἰτίαν ϲκυλμὸν ὑπεμείναμεν, καὶ. διηγηϲάμεθα αὐτῷ, καὶ γνοὺϲ ἀνεμνήϲθη ὅτι καὶ πρὸ χρόνου τοῦτο διὰ γραμμάτων ἐδεήθημεν, καὶ ἐπιγνούϲ με φιλοφρόνωϲ ἠϲπάϲατο. παρακαλεῖ δὲ ἡμᾶϲ μὴ ἀθυ- μῆϲαι, ἀλλ’ ἔχειν τὰϲ ἐλπίδαϲ εἰϲ τὰ ἐλέη τοῦ θεοῦ. εἶπεν δὲ πρὸϲ ἡμᾶϲ· Ἐγὼ μὲν οὐκ ἰϲχύω τῷ βαϲιλεῖ λαλῆϲαι· παρώργιϲεν γὰρ αὐτὸν κατ’ ἐμοῦ ἡ βαϲίλιϲϲα, διότι ἐνεκάλεϲα αὐτῇ χάριν κτήματοϲ οὗ ἐπιθυμήϲαϲα ἀφήρπαϲεν. καὶ ἐμοὶ μὲν εἰϲ τοῦτο οὐ μέλει ὅτι ὀργί- ζεται οὐδὲ φροντίζω, ἑαυτοὺϲ γὰρ ἔβλαψαν, οὐκ ἐμέ· κἂν γὰρ βλάψωϲίν μου τὸ ϲῶμα, τὴν ψυχὴν πολλῷ πλέον ὠφελοῦϲιν· ὅμωϲ δὲ τοῦτο καταλείψωμεν τῇ εὐ- ϲπλαγχνίᾳ τοῦ θεοῦ. περὶ δὲ τοῦ ὑμετέρου προϲτάγμα- τοϲ, εἰ δόξει τῷ κυρίῳ, αὔριον μεταπέμπομαι τὸν χον Ἀμάντιον, καϲτρήϲιον ὄντα τῆϲ βαϲιλίϲϲηϲ, πολλὰ δυνάμενον παρ’ αὐτῇ καὶ ὄντωϲ δοῦλον τοῦ θεοῦ, καὶ. ἀνατίθημι αὐτῷ τὸ πρᾶγμα, καὶ πάνυ ἔχει ϲπουδάϲαι τοῦ Χριϲτοῦ ἐπινεύοντοϲ. ἡμεῖϲ δὲ λαβόντεϲ τοιαύταϲ ϲυνταγὰϲ καὶ παράθεϲιν ἐπορεύθημεν εἰϲ τὴν ξενίαν ἡμῶν.