Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 14
Not analysed yet
τῇ δὲ ἑξῆϲ ἀπήλθομεν πρὸϲ τὸν ὅϲιον καὶ εὑρίϲκο- μεν παρ’ αὐτῷ τὸν κουβικουλάριον Ἀμάντιον· ἦν γὰρ φροντίϲαϲ τοῦ ἡμετέρου πράγματοϲ, μεταπεμψάμενοϲ αὐτὸν καὶ διδάξαϲ τὰ καθ’ ἡμᾶϲ. ὡϲ δὲ εἰϲήλθομεν καὶ. ἔγνω ὁ Ἀμάντιοϲ ὅτι ἡμεῖϲ ἐϲμὲν περὶ ὧν αὐτῷ ἐλά- ληϲεν, ἀναϲτὰϲ προϲεκύνηϲεν τοὺϲ ὁϲιωτάτουϲ ἐπιϲκό- πουϲ, κλίναϲ τὸ πρόϲωπον εἰϲ τὴν γῆν, κἀκεῖνοι δὲ γνόντεϲ τίϲ ὑπῆρχεν περιεπτύξαντο αὐτὸν καὶ κατεφί- ληϲαν. ἐπέτρεψεν δὲ καὶ αὐτοῖϲ ὁ ἁγιώτατοϲ ἀρχιεπί- ϲκοποϲ Ἰωάννηϲ ἐκ ϲτόματοϲ διδάξαι τὸν κουβικουλάριον τὸ κατ’ αὐτοὺϲ πρᾶγμα. ὁ δὲ ὁϲιώτατοϲ Πορφύριοϲ πάντα αὐτῷ διηγήϲατο τὰ κατὰ τοὺϲ εἰδωλολάτραϲ, πῶϲ παρρηϲίᾳ ποιοῦϲιν τὰ ἀθέμιτα καὶ πῶϲ καταπονοῦϲιν τοὺϲ Χριϲτιανούϲ. ὃ δὲ ἀκούϲαϲ ἐδάκρυϲεν καὶ ἐμπι- πλᾶται ζήλου θεϊκοῦ καὶ λέγει αὐτοῖϲ· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ἔχει γὰρ ὁ δεϲπότηϲ Χριϲτὸϲ ὑπεραϲπίϲαι τῆϲ θρηϲκείαϲ αὐτοῦ. εὔξαϲθε οὖν ὑμεῖϲ καὶ διαλέγομαι τῇ αὐγούϲτῃ καὶ ἐλπίζω εἰϲ τὸν τῶν ὅλων θεόν, ὅτι ϲυν- ήθωϲ ποιεῖ τὸ ἔλεοϲ αὐτοῦ. εἰϲφέρω δὲ καὶ ὑμᾶϲ τῇ ἐξῆϲ πρὸϲ αὐτὴν καὶ διδάϲκετε αὐτὴν ἐκ ϲτόματοϲ ὅϲα βούλεϲθε, ἔχετε δὲ αὐτὴν προδεδιδαγμένην εὑρεῖν ὑπ ᾿ἐμοῦ. εἰπὼν δὲ ταῦτα ϲυνταξάμενοϲ ἡμῖν ἀνῆλθεν, καὶ ἡμεῖϲ δὲ διαλεχθέντεϲ πολλὰ πνευματικὰ μετὰ τοῦ ὁϲιωτάτου ἀρχιεπιϲκόπου Ἰωάννου καὶ λαβόντεϲ παρά- θεϲιν ἀνεχωρή|ϲαμεν.