Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 16-3
Not analysed yet
ὁ δέ γε θαυμαϲτὸϲ Πορφύριοϲ κατὰ τὸν τῆϲ βαϲι- λίδοϲ λόγον τὸν ναὸν οἰκοδομῆϲαι βουλόμενοϲ, ἐφ’ ῷ καὶ τὰ χρήματα παρὰ ταύτηϲ ἔλαβε, διαπορούμενοϲ ἦν, οἶῳ ϲχήμάτι τοῦτον οἰκοδομήϲει. καὶ ἅμα καταλαμβάνει τιϲ μαγιϲτριανὸϲ γράμματα ταύτηϲ τῷ ὁϲίῳ κομίζωνεὐχᾶϲ τε ἀπωτοῦντα ὑπέρ τε ἀνδρὸϲ αὐτῆϲ καὶ uἱοῦ τῶν βαϲι- λέων καὶ τὸ ϲχῆμα δηλοῦντα τοῦ ὀφείλοντοϲ |οἰκοδο- μηθῆναι ναοῦ. δοξάϲαϲ οὖν κἀν τούτῳ τὸν θεὸν ἤρξατο τὴν οἰκοδομίαν ἐν αὐτῷ ποιεῖϲθαι τῷ τόπῳ, ἔνθα ὁ κου θεὶϲ ἵϲτατο ναὸϲ τοῦ Μάρνα. γίνεται οὖν τότε φθόνῳ δαιμόνων πρᾶγμα δακρύων παρ’ὁλίγον ἄξιον· τρεῖϲ παῖ- δεϲ ἐμπίπτουϲι τῷ ἐκεῖϲε τυγχάνοντι βαθυτάτῳ φρέατι, ἀλλὰ θεὸϲ ταῖϲ εὐχαῖϲ Πορφυρίου ἀβλαβεῖϲ αὐτοὺϲ ἀνα- ϲώζει καὶ μηδὲν ὅλωϲ κακὸν ὑπομείνανταϲ. τῷ δὲ ἑξῆϲ ἐνιαυτῷ κίοναϲ δύο καὶ τριάκοντα ϲτέλλει διά τινοϲ ἡ βαϲιλὶϲ τῷ ναῷ περικαλλεῖϲ καὶ ξένουϲ ἡδύ τε καὶ χαρίεν ἀποϲτίλβονταϲ. καὶ οὕτω τὴν. οἰκοδομὴν ὁ ναὸϲ ἔϲχε κα- λῶϲ νεύματι θείῳ τοῦ πάντα δυναμένου θεοῦ ἡμῶν.