Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 19
Not analysed yet
τῇ δὲ ἑξῆϲ ἡμέρᾳ μεταπέμπεται ἡμᾶϲ ἡ βαϲίλιϲϲα καὶ κατὰ τὸ ἔθοϲ προαϲπαϲαμένη τοὺϲ ὁϲίουϲ ἐπιϲκό- πουϲ ἐκέλευϲεν καθίϲαι καὶ λέγει αὐτοῖϲ· Εὐχαῖϲ ὑμετέ- ραιϲ ἐνέβαλέν μοι ὁ θεὸϲ τὸ καθ’ ὑμᾶϲ πρᾶγμα καὶ ϲυνεργείᾳ αὐτοῦ γέγονεν, ἐθεάϲαϲθε δὲ ποίᾳ μεθόδῳ ἐχρηϲάμην. ἀλλ’ εἰ δοκεῖ τῇ ἑξῆϲ μεταπέμπομαι τὸν κυαίϲτορα καὶ ἐπ’ ὄψεϲιν ὑμῶν ἐπιτρέπω αὐτῷ ἵνα κατὰ τὴν δύναμιν τῆϲ ἱκεϲίαϲ ὑμῶν ποιηθῇ θεῖον γράμμα ἐξ ὀνόματοϲ τῶν δύο βαϲιλέων, καὶ ἁπλῶϲ εἰπεῖν πάντα ὅϲα δἂν εἴπητε αὐτῷ ποιήϲει. οἱ δὲ ἐπίϲκοποι καὶ. τούτων ἀκούϲαντεϲ πολλὰ ἠυλόγηϲαν αὐτὴν καὶ τὸν υἱὸν αὐτῆϲ καὶ τὸν βαϲιλέα, καὶ διαλεχθέντεϲ ἄλλα πολλὰ ψυχωφελῆ ϲυνταξάμενοι ἐξῆλθον. τῇ δὲ ἐξῆϲ μετεπέμ- ψατο τὸν κυαίϲτορα καὶ ἡμᾶϲ, λέγει δὲ αὐτῷ Λάβε τὸν χάρτην τοῦτον καὶ κατὰ τὴν δύναμιν αὐτοῦ διατύπωϲον θεῖον γράμμα. ὁ δὲ κυαίϲτωρ δεξάμενοϲ τὸν χάρτην μετὰ ϲπουδῆϲ ὑπηγόρευϲεν τὸ θεῖον γράμμα παρόντων ἡμῶν. ὑπεβάλομεν δὲ αὐτῷ ἀφορίϲαι δοῦκαϲ καὶ ὑπατι- κοὺϲ εἰϲ ἄμυναν καὶ τὰ τούτων τάγματα. ὡϲ δὲ ἐτε- λειώθη τὸ θεῖον γράμμα καὶ ὑπεγράφη, παρεκαλέϲαμεν τὴν δέϲποιναν ἵνα ἐγχειριϲθῇ τὴν χρείαν ἀνὴρ τῶν περιφανῶν. ἐπέτρεψεν δὲ Ἀμαντίῳ ζητῆϲαι ἄνδρα ζη- λωτὴν Χριϲτιανὸν τὸν ὀφείλοντα ἐγχειριϲθῆναι. πολλοὶ γὰρ τῶν ἐν ἀξίαιϲ προϲποιήτωϲ εἶχον τὴν πίϲτιν, οὓϲ μετῆλθεν ἡ θεία δίκη· μαθόντεϲ γὰρ οἱ βαϲιλεῖϲ ὅτι οὐκ ὀρθῶϲ ἔχουϲιν περὶ τὴν ἄχραντον πίϲτιν, περιεῖλον αὐτοὺϲ τῶν ἀξιωμάτων καὶ ἐζημίωϲαν ϲώματι καὶ χρή- ματι· ταῦτα δὲ πρὸ τούτου ἐπράχθη. ὅθεν ἐπέτρεψεν ἡ αὐγούϲτα ὀρθόδοξον ἄνδρα ἐγχειριϲθῆναι τὴν καθ’ ἡμᾶϲ χρείαν. ἐνεχειρίϲθη δὲ Κυνήγιοϲ οὕτω καλούμενοϲ τοῦ κωνϲιϲτωρίου, ἀνὴρ θαυμάϲιοϲ καὶ ζέων περὶ τὴν πίϲτιν. προϲκαλεϲαμένη δὲ αὐτὸν ἡ αὐγούϲτα παρ- ήγγειλεν αὐτῷ πάντα τὰ εἰδωλεῖα ἕωϲ ἐδάφουϲ κατα- ϲτρέψαι καὶ πυρὶ παραδοῦναι. ἐχαρίϲατο δὲ αὐτῷ καὶ ἀπὸ χειρὸϲ χρήματα εἰποῦϲα· Λάβε εἰϲ δαπάναϲ, καὶ μηδὲν λάβῃϲ παρὰ τῶν ὁϲιωτάτων ἐπιϲκόπων. δεξά- μενοϲ δὲ τὰϲ τοιαύταϲ ἐντολὰϲ παρὰ τῆϲ δεϲποίνηϲ ἐξ- ῆλθεν γενόμενοϲ προθυμότεροϲ.