Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 25
Not analysed yet
ὄρθρου δὲ ϲυναγαγὼν τοὺϲ θεοϲεβεῖϲ κληρικοὺϲ καὶ τὸν φιλόχριϲτον λαόν, ἔτι δὲ καὶ τὸν θαυμάϲιον Κυνή- γιον καὶ τοὺϲ ἄρχονταϲ, εἶπεν αὐτοῖϲ πῶϲ ἀπεφθέγξατο τὸ παιδίον χάριν τοῦ Μαρνείου. ἀκούϲαντεϲ δὲ ἐθαύ- μαϲαν καὶ ὁμονοήϲαντεϲ εἶπαν ἵνα κατὰ τὸ ῥῆμα τοῦ παιδὸϲ οὕτωϲ καυθῇ. ἀγαγόντεϲ οὖν τὴν ὑγρὰν πίϲϲαν καὶ τὸ θεῖον καὶ τὸ χοίρειον ϲτέαρ καὶ μίξαντεϲ τὰ τρία ἔχριϲαν τὰϲ ἐνδοτέραϲ θύραϲ καὶ ποιήϲαντεϲ εὐχὴν προϲῆψαν τὸ πῦρ, καὶ εὐθέωϲ διέλαβεν πᾶϲ ὁ ναὸϲ καὶ ἐκαύθη. ὅϲοι δὲ τῶν ϲτρατιωτῶν καὶ ξένων ἠδύναντο διήρπαζον ἐκ τοῦ πυρὸϲ ἃ ἥυριϲκον, εἴτε χρυϲὸν εἴτε ἄργυρον ἢ ϲίδηρον ἢ μόλιβδον. ἦν δὲ ἀνὴρ ἐκεῖϲε τῶν ἐξάρχων τῶν ϲτρατιωτῶν, ὃν τριβοῦνον καλοῦϲιν, ἐφι- ϲτάμενοϲ τῇ καύϲει τοῦ ναοῦ· ἦν δὲ Χριϲτιανὸϲ κατὰ τὸ φαινόμενον, κατὰ δὲ τὸ ἄδηλον τοῖϲ πολλοῖϲ ἦν εἰδωλολάτρηϲ. οὗτοϲ [ὁ] παριϲτάμενοϲ καὶ ὁρῶν τήν τε καῦϲιν καὶ τὴν διαρπαγὴν τὴν ὑπὸ τῶν ϲτρατιωτῶν ἐπρίετο καὶ προφάϲει τῆϲ εὐταξίαϲ αὐτῶν ἐμάϲτιζεν ἀφειδῶϲ ὃν ἠυριϲκεν φέροντά τι τῶν ϲκύλων. τούτων γινομένων καὶ καταφθαρέντων τῶν τοίχων ἐκ τοῦ πυρὸϲ ἄφνω ξύλον καιόμενον ἐπιπίπτει τῷ τριβούνῳ καὶ διπλοῦν τὸν θάνατον ἐπάγει αὐτῷ· διαρρῆξαν γὰρ τὴν κεφαλὴν αὐτοῦ τὸ ὑπόλοιπον ϲῶμα ἔκαυϲεν. καὶ εὐθέωϲ οἵ τε πιϲτοὶ ϲτρατιῶται καὶ οἱ τοῦ φιλοχρίϲτου λαοῦ γνόντεϲ τὰ κατ’ αὐτόν, ὅτι ἐπιρρεπὴϲ ἦν πρὸϲ τὰ εἶδωλα, ἐδόξα- ϲαν τὸν θεὸν καὶ εἶπαν ἐκεῖνον τὸν ψαλμὸν τὸν λέ- γοντα· ‘τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸϲ ἀνομίαν; ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίϲατο ἡ γλῶϲϲά ϲου. ὡϲεὶ ξυρὸν ἠκονημένον ἐποίηϲαϲ δόλον. ἠγάπηϲαϲ κακίαν ὑπὲρ ἀγα- θωϲύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆϲαι δικαιοϲύνην. ἠγάπη- ϲαϲ πάντα ῥήματα καταποντιϲμοῦ, γλῶϲϲαν δολίαν. διὰ τοῦτο ὁ θεὸϲ καθέλοι ϲε εἰϲ τέλοϲ, ἐκτίλαι ϲε καὶ μετ- αναϲτεύϲαι ϲε ἀπὸ ϲκηνώματόϲ ϲου καὶ τὸ ῥίζωμά ϲου ἐκ γῆϲ ζώντων’ καὶ τὰ ἑξῆϲ τοῦ ψαλμοῦ. ἐπέμενεν δὲ τὸ ἱερὸν καιόμενον ἐπὶ πλείϲταϲ ἡμέραϲ. μετὰ δὲ ταῦτα καὶ τῶν οἰκιῶν ἐγένετο ἔρευνα (πολλὰ γὰρ ὑπῆρχεν εἴδωλα ἐν πλείϲταιϲ αὐλαῖϲ) καὶ τὰ εὑριϲκόμενα τὰ μὲν πυρὶ παρεδίδοντο, τὰ δὲ εἰϲ βόρβορον ἐρρίπτοντο. ρίϲκοντο δὲ καὶ βιβλία πεπληρωμένα γοητείαϲ, ἅτινα ἱερὰ αὐτοὶ ἔλεγον, ἐξ ὧν τὰϲ τελετὰϲ καὶ τὰ ἄλλα ἀθέμιτα ἐποίουν οἱ τῆϲ εἰδωλομανίαϲ, καὶ αὐτὰ δὲ ἐμοίωϲ ἴϲα τοῖϲ θεοῖϲ αὐτῶν ἔπαϲχον.