Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 26
Not analysed yet
προϲέτρεχον δὲ πολλοὶ τῇ ἁγίᾳ πίϲτει, καὶ οἳ μὲν φόβῳ οἳ δὲ καταγινώϲκοντεϲ τῆϲ προτέραϲ ἑαυτῶν δια- γωγῆϲ, πᾶϲιν δὲ τὰϲ θύραϲ ἤνοιγεν ἡ ἁγία ἐκκληϲία· ἐμνημόνευεν γὰρ τῆϲ ἁγίαϲ γραφῆϲ τῆϲ λεγούϲηϲ· ‘τῷ κρούοντι ἀνοιγήϲεται καὶ ὁ ζητῶν εὐρίϲκει’ καὶ πάλιν· ‘ιἴτε προφάϲει εἶτε ἀληθείᾳ Χριϲτὸϲ καταγγέλλεται’. ἔλεγον δὲ καί τινεϲ τῶν πιϲτῶν τῷ ὁϲίῳ ἐπιϲκόπῳ ὅτι οὐκ ἔδει δέξαϲθαι τοὺϲ διὰ φόβον προϲερχομένουϲ, ἀλλὰ τούϲ ἀγαθῇ προαιρέϲει· ὁ δὲ ὅϲιοϲ ἐπίϲκοποϲ ἔλεγεν πρὸϲ τοὺϲ ταῦτα λέγονταϲ· θἰϲὶν καὶ περιϲτατικαὶ ἀρε- ταὶ ϲυμβαίνουϲαι τοῖϲ ἀνθρώποιϲ· ὥϲπερ γὰρ οἰκέτην τιϲ κεκτημένοϲ ἀγνώμονα πρότερον νουθετεῖ αὐτὸν διὰ παντὸϲ εὐγνωμονῆϲαι καὶ ἁπλῇ καρδίᾳ ἐξυπηρετήϲαϲθαι, ἐπὰν δὲ οὐδαμῶϲ εὕρῃ πειθόμενον τῇ νουθεϲίᾳ, τότε λοιπὸν κατὰ ἀνάγκην τούτῳ ἐπάγει τὸν φόβον καὶ πλη- γὰϲ καὶ δεϲμὰ καὶ ἄλλα τοιαῦτα, οὐ θέλων αὐτὸν ἀπο- λέϲαι ἀλλὰ ϲῷϲαι καὶ ἐπιγνῶναι τὸ δέον, τοιοῦτον καὶ. τὸν θεὸν ὑπολάβετε μακροθυμοῦντα ἐπὶ τῇ ἀγνωμοϲύνῃ ἡμῶν, πολλάκιϲ δὲ παραινοῦντα ἡμῖν τὰ ϲυμφέροντα διά τε γραφῶν καὶ ἄλλων ἁγίων ἀνδρῶν, ἡμῶν δὲ μὴ πειθομένων θέλων ἐν πᾶϲιν ὡϲ ἀγαθὸϲ καὶ φιλάνθρω- ποϲ δεϲπότηϲ κτήϲαϲθαι ἡμᾶϲ καὶ μὴ ἀπώϲαϲθαι, τὸν φόβον αὐτοῦ καὶ τὴν παιδείαν ἐνάγει ἡμῖν, προϲκαλού- μενοϲ ἡμᾶϲ μετὰ ἀνάγκηϲ ἐπιγνῶναι τὸ δέον. διὸ λέγει ἡ θεία γραφή· ‘ὅταν ἀπέκτεννεν αὐτούϲ, τότε ἐξεζήτουν αὐτὸν καὶ ἐπέϲτρεφον καὶ ὤρθριζον πρὸϲ τὸν θεόν᾿. καὶ πάλιν λέγει διὰ τοὺϲ ἀποϲκιρτῶνταϲ καὶ δυϲαυχε- νοῦνταϲ ἐκ τοῦ θεοῦ ‘ἐν κημῷ καὶ χαλινῷ τὰϲ ϲιαγό- ναϲ αὐτῶν ἄγξειϲ τῶν μὴ ἐγγιζόντων πρὸϲ ϲέ’. χρεία οὖν ἐϲτιν, τέκνα μου, τὴν ἀνθρωπότητα πομιμνῇϲκεϲθαι διά τε φόβων καὶ ἀπειλῶν καὶ παιδείαϲ. διὰ τοῦτο πάλιν λέγει· ’ἀγαθόν μοι ὅτι ἐταπείνωϲάϲ με, ὅπωϲ ἂν μάθω τὰ δικαιώματά ϲου’. ταῦτα δέ μοι εἴρηται διὰ τοὺϲ βουλομένουϲ προϲελθεῖν τῇ ἁγίᾳ ἡμῶν πίϲτει. εἰ γὰρ καὶ διϲτάζοντεϲ προϲέλθωϲιν, δύναται καὶ ὁ χρόνοϲ αὐτοὺϲ μαλάξαι Χριϲτοῦ ἐπινεύοντοϲ. ἵνα δὲ καὶ τὸ ἄλλο ἀπαγγείλω ὑμῖν, ὅτι ἐὰν μὴ ὀφθῶϲιν ἄξιοι τῆϲ πίϲτεωϲ, ἤδη γενόμενοι ἐν ἕξει τοῦ κακοῦ, οἱ ἐξ αὐτῶν γεννώμενοι δύνανται ϲωθῆναι ϲυναναϲτρεφόμενοι τῷ ἀγαθῷ. ταῦτα εἰπὼν ὁ ὅϲιοϲ Πορφύριοϲ καὶ πείϲαϲ τοὺϲ ἀδελφούϲ, πάνταϲ τοὺϲ βουλομένουϲ φωτιϲθῆναι ἐδέξατο, κατηχήϲαϲ αὐτοὺϲ ἐπὶ πολλὰϲ ἡμέραϲ οὐ μό- νον πρὸ τοῦ βαπτίϲματοϲ, ἀλλὰ καὶ μετὰ ταῦτα· ϲυνε- χῶϲ γὰρ ἐδίδαϲκεν τὸν λαόν, οὐχ ὁμιλῶν κομπῷ λόγῳ θέλων ἐπιδείξαϲθαι, ἀλλ’ ἁπλῇ φράϲει διδάϲκων καὶ ἐπι- λύων πάντα ἀπὸ τῆϲ γραφῆϲ. προϲετέθηϲαν οὖν τῇ τοῦ Χριϲτοῦ ποίμνῃ ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ὡϲεὶ ὀνό- ματα τριακόϲια, καὶ ἐξ ἐκείνου καθ’ ἕκαϲτον ἔτοϲ αὔξη- ϲιν ἐπεδέχετο τὰ Χριϲτιανῶν.