Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 27
Not analysed yet
καυθέντοϲ δὲ εἰϲ τέλοϲ τοῦ Μαρνείου καὶ τῆϲ πό λεωϲ καταϲταθείϲηϲ ἐβουλεύϲατο ὁ μακάριοϲ ἐπίϲκοποϲ μετὰ τῶν ἀπὸ τοῦ εὐαγοῦϲ κλήρου καὶ τοῦ φιλοχρίϲτου λαοῦ ἁγίαν ἐκκληϲίαν κτίϲαι ἐν τῷ καυθέντι τόπῳ, καθὼϲ αὐτῷ ἀπεκαλύφθη ἡνίκα ἐτύγχανεν ἐν Κωνϲταντι- νουπόλει, δι’ ὃ καὶ τὰ χρήματα ἔλαβεν παρὰ τῆϲ θεο- φιλεϲτάτηϲ Εὐδοξίαϲ τῆϲ βαϲιλίδοϲ. ἀπολύϲαϲ οὖν τούϲ τε ἄρχονταϲ καὶ τὸν φιλόχριϲτον λαὸν μέροϲ τῆϲ βοη- θείαϲ κατέϲχεν διὰ τὸ μὴ γενέϲθαι νεωτεριϲμόν τινα μετὰ τὴν αὐτῶν ἔξοδον, οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ ϲυμβοηθῆϲαι χάριν τοῦ ϲυναγαγεῖν τὰϲ ὕλαϲ τῆϲ οἰκοδομῆϲ τῆϲ εἰρημένηϲ ἁγίαϲ ἐκκληϲίαϲ. ϲυνεβού- λευον οὖν τινεϲ κτιϲθῆναι αὐτὴν κατὰ τὴν θέϲιν τοῦ εἰδωλείου· ϲτρογγυλοειδὲϲ γὰρ ὑπῆρχεν, περιβεβλημένον δυϲὶν ϲτοαῖϲ ἀλληλοεϲωτέραιϲ, τὸ δὲ μέϲον αὐτοῦ ἦν ἀναφυϲητὸν κιβώριον καὶ ἀνατεταμένον εἰϲ ὕψοϲ, εἶχεν δὲ καὶ ἄλλα τινὰ ἃ τοῖϲ εἰδώλοιϲ ἔπρεπεν, εὔθετα δὲ πρὸϲ τὰ γινόμενα παρὰ τῶν εἰδωλομανῶν μυϲαρά τε καὶ ἀθέμιτα. κατὰ ταύτην οὖν τὴν θέϲιν ἔλεγόν τινεϲ τὴν ἁγίαν κτιϲθῆναι ἐκκληϲίαν, ἄλλοι δὲ ἀντέλεγον λέ- γοντεϲ καὶ αὐτὴν τὴν μνήμην τῆϲ θέϲεωϲ ὀφείλειν περιαιρεθῆναι· οἱ δὲ τοῦτο λέγοντεϲ ἔπειθον πάνταϲ ὡϲ καλῶϲ εἰπόντεϲ· ὁ δὲ ὅϲιοϲ ἐπίϲκοποϲ ἔλεγεν· Καὶ τοῦτο καταλείψωμεν τῇ βουλῇ τοῦ θεοῦ. ἐν ὅϲῳ δὲ καθαίρεται ὁ τόποϲ καταλαμβάνει μαγιϲτριανὸϲ ἐπιφερό- μενοϲ βαϲιλικὰϲ ἐπιϲτολὰϲ τῆϲ ἀειμνήϲτου Εὐδοξίαϲ, πε- ριεῖχον δὲ τὰ γράμματα ἀϲπαϲμὸν καὶ αἴτηϲιν εὐχῶν ὑπέρ τε αὐτῆϲ καὶ τῶν βαϲιλέων, τοῦ αὐτῆϲ ἀνδρὸϲ καὶ τοῦ τέκνου. ἦν δὲ ἐν ἄλλῳ χάρτῃ ἔϲωθεν τῶν γραμμάτων τὸ ϲκάριφον τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ ϲταυροει- θὲϲ καθὼϲ νῦν ϲὺν θεῷ ὁρᾶται, καὶ περιεῖχον τὰ γράμ ματα ὥϲτε κατὰ τὸ ϲκάριφον κτιϲθῆναι τὴν ἁγίαν ἐκ- κληϲίαν. ἐχάρη δὲ ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ ἀναγνοὺϲ καὶ θεαϲάμενοϲ τὸ ϲκάριφον· ἔγνω γὰρ ὅτι καὶ τοῦτο ἐγένετο κατὰ θείαν ἀποκάλυψιν καὶ ἐμνήϲθη τῆϲ γρα- φῆϲ λεγούϲηϲ· ‘καρδία βαϲιλέωϲ ἐν χειρὶ θεοῦ’. περίει χον δὲ τὰ γράμματα ἔτι καὶ κίοναϲ πολυτίμουϲ καὶ μάρμαρα μέλλειν πέμπεϲθαι. ἐκχοϊϲθείϲηϲ οὖν τῆϲ τέ φραϲ καὶ πάντων τῶν βδελυγμάτων περιαιρεθέντων τὰ ὑπολειφθέντα ϲκύβαλα τῆϲ μαρμαρώϲεωϲ τοῦ Μαρνείου, ἅπερ ἔλεγον ἱερὰ εἶναι καὶ ἐν τόπῳ ἀβάτῳ μάλιϲτα γυναιξίν, ταῦτα ϲυνεῖδεν ὁ ὅϲιοϲ ἐπίϲκοποϲ πρὸ τοῦ ναοῦ ἔξω εἰϲ τὴν πλατεῖαν πλακωθῆναι, ἵνα κατα- πατῶνται οὐ μόνον ὑπὸ ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ κυνῶν καὶ χοίρων καὶ κνωδάλων. τοῦτο δὲ πλέον ἐλύπηϲεν τοὺϲ εἰδωλολάτραϲ τῆϲ καύϲεωϲ τοῦ ναοῦ. ὅθεν οἱ πλείουϲ αὐτῶν, μάλιϲτα αἱ γυναῖκεϲ, οὐκ ἐπι- βαίνουϲιν τοῖϲ μαρμάροιϲ ἕωϲ τοῦ νῦν.