Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 3-2
Not analysed yet
αἴφνηϲ οὖν με κατιδῶν ὁ θαυμάϲιοϲ καὶ περιεπτύ- ξατο καὶ δάκρυον ἐπαφῆκε χαρᾶϲ. ἐμοῦ δὲ τοῦτον ἐρ- ρωμένον ἰδόντοϲ καὶ τὴν ὄψιν ἔχοντα φαιδρὰν καὶ τὴν αἰτίαν μαθεῖν ἐκζητήϲαντοϲἐκεῖνοϲ ἤρξατο λέγειν ὅτιπερ ’ἐν τῇ τῆϲ ἁγίαϲ κυριακῆϲ παννυχίδι χαλεπή με′, φηϲί, ’κατέϲχεν ὀδύνη καὶ μὴ φέρων, ἀδελφὲ Μάρκε, τ. ν δει- νὴν ἀλγηδόνα πληϲίον ἀνεκλίθην τοῦ ἁγίου κρανίωυ καὶ εὐθύϲ ἐν ἐκϲτάϲει γενόμενοϲ ὁρῶ θέαμα ξένον, ἐν τῷ ϲταυρῷ τὸν ϲωτῆρα καὶ τῶν λῃϲτῶν ἕνα κρεμάμενον ἐν ἑτέρῳ ϲταυρῷ, καὶ ἅμα τῷ κράζειν με “μνήϲθητί μου, κύριε, ὅταν ἔλθῃϲ ἐν τῇ βαϲιλείᾳ ϲου’’ ἀκούω τοῦ ϲωτῆ- ροϲ πρὸϲ αὐτὸν λέγοντοϲ τὸν λῃϲτήν· ‘‘κάτελθε καὶ ϲῶ- ϲον ὥϲπερ δὴ καὶ ϲὺ ϲέϲωϲαι τὸν ὀδυνώμενον ἄνθρω- πον.’’ τούτου δὲ |κατιόντοϲ καὶ περιβαλόντοϲ με καὶ. φιλήϲαντοϲ ναὶ δὴ καὶ τὴν χεῖρα προτείναντόϲ τε καὶ. ἀναϲτήϲαντοϲ καὶ ‘‘πρὸϲ τὸν ϲωτῆρα’’ φήϲαντοϲ “ἐλθέ’’ ἀναϲτὰϲ ἔδραμον εὐθέωϲ ἐγὼ καὶ εἶδον ἀπὸ τοῦ ϲταυροῦ καταβάντα τοῦτον καὶ “λάβε τὸ ξύλον’’ εἰπόντα “τοῦτο καὶ φύλαξον’’. δ καὶ λαβὼν καὶ βαϲτάϲαϲ ἐπανῆλθον εὐθὺϲ ἀπὸ τῆϲ ἐκϲτάϲεωϲ καὶ κατενόουν ἐμαυτὸν καὶ ὑγιὴϲ ἤμην καὶ ἄνοϲοϲ.’ τούτων ἀκούϲαϲ ἐγὼ τὸν θεὸν ἐδόξαζον τὸν μεγάλα ποιοῦντα καὶ ἔνδοξα. εἶτα παρα- δεδωκότοϲ μου τούτῳ τὰ χρήματα καὶ τὴν ἄλλην ὕπαρξιν ἐκεῖνοϲ ἀργυρίου ταῦτα πωλήϲαϲ ἐντὸϲ ὀλίγου χρόνου τὰ τούτων τιμήματα τοῖϲ ἐνδεέϲι διένειμε, ϲκεύη μόνον τίμια τοῦ ἀργύρου ἐξεργαϲάμενοϲ. ἔκτοτε γοῦν κατὰ τὸν |μέγαν ἀπόϲτολον Παῦλον ϲκυτοτόμοϲ εἶναι προεί- λετο, βύρϲαϲ πλύνων ἅμα καὶ ῥάπτων κἀντεῦθεν τρεφό- μενοϲ ‘εἴ τιϲ οὐκ ἐργάζεται’ λέγων ‘μηδαμῶϲ ἐϲθιέτω’.