Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 4-3
Not analysed yet
γέγονεν οὖν περιβόητοϲ ἐν ἀρεταῖϲ ὁ δίκαιοϲ, διὸ καὶ δυνατὸν οὐκ ἦν ὑπὸ τὸν μόδιον αὐτὸν ϲυγκαλύπ- τεϲθαι. ὅθεν οὐδὲ κεκάλυπτο. καὶ γὰρ ὁ πρόεδροϲ Ἱεροϲολύμων (Πραΰλιοϲ ἦν ὁ καλόϲ) πέμψαϲ καὶ τοῦτον ἀγαγὼν πρεϲβύτερόν τε χειροτονεῖ καὶ τὴν τοῦ θείου ϲταυροῦ φυλακὴν ἐμπιϲτεύει θερμῶϲ. καὶ τότε ϲυνῆκα- μεν ὡϲ ἀπέβη τούτῳ τὰ τῆϲ ἐκϲτάϲεωϲ, ὅτε τὸν ϲταυρὸν εἰϲ φυλακὴν ὁ ϲωτὴρ ἡμῶν ἐνεχείριϲε τούτῳ. πέντε τοί- νυν ἐτῶν ἐπὶ τοῖϲ τεϲϲαράκοντα ἦν ὁ Πορφύριοϲ, ὅτε τὴν τοῦ πρεϲβυτέρου χειροτονίαν ἐδέξατο. |