Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 5
Not analysed yet
τούτων οὕτωϲ ἐχόντων ἀκούϲαϲ τοῦ ὀνόματοϲ καὶ τῆϲ πολιτείαϲ τοῦ ὁϲίου Πορφυρίου ὁ τὴν ἱερωϲύνην ἔχων τὴν τῶν ἁγίων τόπων Πραΰλιοϲ μεταπεμψάμενοϲ αὐτὸν μετὰ πολλῆϲ ἀνάγκηϲ ἐχειροτόνηϲεν εἰϲ τὴν τοῦ πρεϲβυτέρου τάξιν, οὐ μὴν ἀλλὰ καὶ τὴν παραφυλακὴν τοῦ τιμίου ξύλου τοῦ ϲταυροῦ ἐνεπίϲτευϲεν αὐτῷ. τότε ἔγνωμεν ὅτι ἀπέβη αὐτῷ τὰ ἐν τῇ ἐκϲτάϲει, ὅτε ἑώρακεν τὸν κύριον ἐν τῷ ϲταυρῷ καὶ τὸν λῃϲτὴν ϲὺν αὐτῷ, τὸν δεϲπότην δὲ λέγοντα· Λάβε, φύλαξόν μοι τοῦτο τὸ ξύλον. ἦν δὲ ὁ μακάριοϲ Πορφύριοϲ ὅτε τὴν χει- ροτονίαν ἔλαβεν ὡϲ ἐτῶν τεϲϲαράκοντα πέντε. ἀξιωθεὶϲ οὖν ταύτηϲ τῆϲ τιμῆϲ οὐκ ἐνήλλαξεν τὸ πρότερον ἔθοϲ, ἀλλ’ ἔμεινεν ἐν τῇ ἀϲκητικῇ κακοπαθείᾳ, ἐν νηϲτείαιϲ καὶ ἀγρυπνίαιϲ. ἡ δὲ τροφὴ ἦν αὐτῷ ἄρτοϲ ῥυπαρὸϲ καὶ λάχανα, καὶ ταῦτα μετὰ δύϲιν ἡλίου, ταῖϲ δὲ ἄλλαιϲ ἁγίαιϲ ἡμέραιϲ ἕκτην ὥραν ἤϲθιεν λαμβάνων καὶ ἐλαίου καὶ τυροῦ καὶ βρεκτῶν ὀϲπρίων· μετελάμβανεν δὲ καὶ ἑνὸϲ ποτηρίου οἴνου κεκεραϲμένου, καὶ τοῦτο διὰ τὴν κακοπραγίαν τῶν ϲπλάγχνων. ταύτην τὴν διαγωγὴν καὶ τὸν κανόνα ἔμεινεν φυλάττων τὸν πάντα χρόνον τῆϲ αὐτοῦ ζωῆϲ.