Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 6-2
Not analysed yet
κατὰ γοῦν τὴν ἑϲπέραν ἐκείνην καλέϲαϲ με λέγει· ‘πορευθῶμεν, ἀδελφὲ Μάρκε, καὶ προϲκυνήϲωμεν τοὺϲ ϲεβαϲμίουϲ τόπουϲ καὶ τὸν τοῦ κυρίου ϲταυρόν· πολὺϲ γὰρ παρελεύϲεται χρόνοϲ, ἕωϲ αὐθιϲ τοῦτο ποιήϲομεν’. ἐμοῦ δὲ ‘διὰ τί’ φήϲαντοϲ ‘ὦ πάτερ, οὕτωϲ ἐφθέγξω’ ἐκεῖνοϲ ‘τῇ παρελθούϲῃ’ λέγει ‘νυκτὶ τὸν δεϲπότην εἶδον, ἀδελφέ, “τὴν παραθήκην’’ λέγοντα ′′Πορφύριε, τάχοϲ ἀπόδοϲ, μέλλω γάρ ϲε ϲυζεῦξαι γυναικὶ ταπεινῇ μέν, τρόποιϲ δὲ κεκοϲμημένῃ ϲεμνοῖϲ. ϲὺ δὲ ἀλλὰ κόϲμη- ϲον αὐτήν, ὡϲ ἂν ἐπιλάθηται τῆϲ προτέραϲ πενίαϲ· ἀδελφὴ γάρ μοι γνηϲία κατὰ πάντα τυγχάνει’′.