Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 5-3
Not analysed yet
μετὰ γοῦν τρίτον ἑξῆϲ χρόνον ὁ τῆϲ Γαζαίων ἐπί- ϲκοποϲ (Αἰνείαϲ ἦν οὐτοϲ) τὸν βίον ἀπέλιπεν. οἱ τοίνυν Χριϲτιανοὶ τῆϲ πόλεωϲ ὀλίγοι τυγχάνοντεϲ ἅμα τοῖϲ τοῦ κλήρου τῆϲ ἐκκληϲίαϲ ϲκέπτονται καὶ γράφουϲι τῷ μη- τροπολίτῃ, πέντε πέμψαντεϲ τῶν κληρικῶν καὶ πέντε τῶν λαϊκῶν, ἐπίϲκοπον αὑτοῖϲ ἀξιοῦντεϲ δοθῆναι πρὸϲ τὰϲ ἀντιπαραϲτάϲειϲ τῶν εἰδωλολατρῶν ἀντιπίπτειν δυ- νάμενον καὶ φωτίζειν αὐτούϲ. καὶ οὗτοϲ δεηθεὶϲ τοῦ θεοῦ μυεῖται δι’ ἀποκαλύψεωϲ τὸν Πορφύριον καὶ εὐθύϲ γράμματα πέμπει πρὸϲ τὸν ὁϲιώτατον Πραὥλιον τὸν Ἰεροϲολύμων πρόεδρον μετακαλούμενα τὸν Πορφύριον ζητήματοϲ χάριν γραφικῆϲ ἐπιλύϲεωϲ· καὶ γὰρ ἦν ἱκανὸϲ ἐν αὐτοῖϲ ὁ ἀνήρ, πνεύματοϲ ἐξ ἁγίου τὴν χάριν δεξά- μενοϲ. καὶ ὃϲ αὐτίκα ϲτέλλει τοῦτον πρὸϲ αὐτόν. ἐπεὶ οὖν μάθοι παρὰ τοῦ Ἰωάννου (οὕτω γὰρ ὁ μητροπολίτηϲ ὠνόμαϲτο) τῆϲ προϲκλήϲεωϲ τὴν αἰτίαν, τὰ μὲν πρῶτα διενέϲτη πρὸϲ τὸ τοῦ πράγματοϲ μέγεθοϲ, εἰτα βιαϲθεὶϲ ὑπὸ τοῦ μητροπολίτου καὶ μὴ ἀντιλέγειν τῇ θείᾳ βουλῇ διδαχθεὶϲ καταδέχεται ‘τὸ θέλημα’ εἰπών ‘τοῦ θεοῦ γε- νέϲθω’.