Ancient Greek
Section 17
Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας 17
Not analysed yet
Ἀλλά καὶ πρὸ μιᾶς ὅτε τὸ ἔσχατον ἐκεῖνο δεῖπνον ὅπερ ἐλεύθερον ὀνομάζουσιν, ὅσον δὲ ἐφ᾽ ἑαυτοῖς οὐκ ἐλεύθερον δεῖπνον ἀλλ᾽ ἀγάπην ἐπεκάλουν τῇ αὐτῶν παρρησίᾳ· πρὸς δὲ τὸν ὄχλον τὸν ἐκεῖσε παρεστῶτα ῥήματα ἐξέπεμτπον μετὰ πολλῆς παρρησίας αὐτοῖς ἀπειλοῦντες κρίσιν θεοῦ, αάνθομολογούμενοι τὸν μακαρισμὸν τοῦ πάθους ἑαυτῶν, καταγελῶντες τὴν περιεργείαν τῶν συντρεχόντων, Σατύρου λέγοντος· Ἦ αὔριον ἡμέρα ὑμῖν οὐκ ἐπαρκεῖ; τί ἡδέως ὁρᾶτε σὓς μισεῖτε· σήμερον φίλοι· αὔριον ἐχθροί; πλὴν ἐπισημειώσασθε τὰ πρόσωπα ἡμῶν ἐπιμελῶς ἵνα καὶ ἐπιγνῶτε ἡμᾶς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. οὕτως ἅπαντες ἐκεῖθεν ἐκπληττόμενοι ἐχαωρίζοντο· ἐξ ὧν πλεῖστοι ἐπίστευσαν.