Ancient Greek
Section 18
Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας 18
Not analysed yet
Ἐπέλαμψε δὲ ἡμέρα τῆς νίκης αὐτῶν· καὶ προῆλθον ἐκ τῆς φυλακῆς εἰς τὸ ἀμφιθέατρον ὡς εἰς οὐρανὸν ἀπιόντες, ἱλαροὶ καὶ φαιδροὶ τῷ προσώπῳ, πτοούμενοι εἰ τύχοι χαρᾷ μᾶλλον ἢ φόβῳ. ἠκολούθει δὲ ἡ Περπετούα πρᾴως βαδίζουσα, ὡς ματρώνα Χριστοῦ, ἐγρηγόρῳ ὀφθαλμῷ, καὶ τῇ προσόψει καB ταβάλλουσα τὰς πάντων ὁράσεις. ὁμοίως καὶ ἡ Φηλικητάτη χαίρουσα ἐπὶ τῇ τοῦ τοκετοῦ ὑγείᾳ ἵνα θηριομαχήσῃ, ἀπὸ αἵματος εἰς αἷμα, ἀπὸ μαίας πρὸς μονομαχίαν, μέλλουσα λούσασθαι μετὰ τὸν τοκετόν, βαπτισμῷ δευτέρῳ, τουτέστι τῷ ἰδίῳ αἵματι. ὅτε δὲ ἤγγισαν πρὸ τοῦ ἀμφιθεάτρου, ἠναγκάζοντο ἐνδύσασθαι σχήματα, οἱ μὲν ἄρρενες ἱερέων Κρόνου, αἱ δὲ θηλεῖαι τῆς Δημήτρας· ἀλλ᾽ ἡ εὐγενεστάτη ἐκείνη Περπετούα παρρησίᾳ ήγωνίσατο ἕως τέλους· ἔλεγεν γάρ· Διὰ τοῦτο ἑκουσίως εἰς τοῦτο ἐληλύθαμεν, ἵνα ἡ ἐλευθερία ἡμῶν μὴ ἡττηθῇ· διὰ τοῦτο τὴν ψυχὴν ἡμῶν παρεδώκαμεν, ἵνα μηδὲν τῶν τοιούτων πράξωμεν· τοῦτο συνεταξάμεθα μεθ᾽ ὑμῶν. ἐπέγνω ἡ ἀδικία τὴν δικαιοσύνηνʼ καὶ μετέπειτα ἐπέτρεψεν ὁ χιλίαρχος ἵνα οὕτως εἰσαχθῶσιν ὡς ἦσαν· καὶ ἡ Περπετούα ἔψαλλεν, τὴν κεφαλὴν τοῦ Αἰγυπτίου ἤδη πατοῦσα. Ῥεουκάτος δὲ καὶ Σατουρνῖλος καὶ Σάτυρος τῷ θεωροῦντι ὄχλῳ προσωμίλουν· καὶ γενόμενοι ἔμπροσθεν Ἱλαριάνου, κινήμασιν καὶ νεύμασιν ἔφασαν· Σὺ ἡμᾶς καὶ σὲ ὁ θεός. πρὸς ταῦτα ἀγριωθεὶς ὁ ὄχλος μαστιγωθῆναι αὐτοὺς ἐβόησεν· ἀλλὰ οἱ ἅγιοι ἠγαλλιάσθησαν ὅτι ὑπέμεινάν τι καὶ τῶν κυριακῶν παθῶν.