Ancient Greek · ~3 min
ΚΑ΄ XXI (Duebn. XXVII vulg. 11), Section 1
Maximus of Tyre, Dialexeis 1-10
Not analysed yet
Οὐκ ἔστ᾿ ἔτυμος λόγος, λέγει που τῶν αὐτοῦ ἀσμάτων ὁ Ἱμεραῖος ποιητής, ἐξομνύμενος τὴν ἔμπροσθεν ᾠδήν, ἐν ᾗ περὶ τῆς Ἑλένης εἰπεῖν φησὶν οὐκ ἀληθεῖς λόγους· ἀναμάχεται οὖν ἐπαίνῳ τὸν ἔμπροσθεν ψόγον. Δοκῶ δή μοι, κατὰ τὸν ποιητὴν ἐκεῖνον, δεήσεσθαι καὶ αὐτὸς παλινῳδίας ἐν τοῖς περὶ τοῦ ἔρωτος λόγοις· θεὸς γὰρ καὶ οὗτος, καὶ οὐχ ἧττον τῆς Ἑλένης ἐπιτιθέναι δίκην τοῖς πλημμελοῦσιν εἰς αὐτὸν ἐρρωμενέστατος. Τί δὴ οὖν ἐστιν τὸ πλημμέ |λημα, ὅπερ καὶ ἀναμαχέσασθαι λίαν φημὶ ἡμᾶς δεῖν; ὂν καὶ μέγα καὶ δεόμενον γενναίου ποιητοῦ καὶ τελέστου, εἰ μέλλοι τὶς ἱκανῶς ἐξευμενιεῖσθαι ἀδέκαστον δαίμονα, οὐ τρίποδας ἑπτὰ δούς, οὐδὲ χρυσοῦ τάλαντα δέκα, οὐδὲ γυναῖκας Λεσβιάδας, οὐδὲ ἵππους Τρωῖκούς, ἀλλὰ λόγον λόγῳ, πονηρῷ 5 χρηστόν, καὶ ψευδῆ ἀληθεῖ ἐξαλείψας.