Ancient Greek
9.Subsection e to 9.Subsection f
Maximus of Tyre, Dialexeis 9.Subsection e-3-Subsection f
Not analysed yet
Τοῦτο εἴποι ἂν καὶ Ἕλλην λόγος πρὸς Ἕλληνα ἄνδρα ἐπὶ ὕβριν σαρκῶν ὑπὸ ἀκορέστου ἐπιθυμίας ὁρμηθέντα, ὅταν αὐτὸν ἐπισπάσηται φήμη κάλλους κατορωρυγμένου ἐν σώματι. Ὦ πάντων ἀνθρώπων ἀνοητότατε, νεκρὸν ἀνορύττεις· οὐ γὰρ ἂν ἔτλης θίγειν σαρκὸς ἄρρενος, κἀθικτοῦ χρήματος σαρκὶ ἄρρενι· ἄδικος ἡ μῖξις· ἄγονος ἡ συνουσία· ἐπὶ πετρῶν σπείρεις, ψάμμους ἀροῖς. Μετένεγκε τὰς εὐφροσύνας ἐπὶ τὴν φύσιν, τρέψον ἐπὶ τὴν γεωργίαν τοὺς ὀφθαλμούς, ἐγκάρποις ἥσθητι ἡδοναῖς, (Ψ 303) ὥς κε μὴ ἄσπερμος γενεὴ μετόπισθεν ὄληται.