Ancient Greek · ~7 min
ΚΓ΄ XXIII (Duebn. XXIX vulg. 13), Section 1
Maximus of Tyre, Dialexeis 1-11
Not analysed yet
Ἔχεις εἰπεῖν, τίνας ὀνομάζει Ὅμηρος ἐν τοῖς ἔπεσιν διογενεῖς, καὶ θεοῖς εἰκέλους, καὶ λαῶν ποιμένας, καὶ ἄλλα ὅσα ποιητὴν εἰκὸς ἀποσεμνύνοντα τοῖς ὀνόμασιν ἀρετὴν ἀνδρός; ἆρα τοὺς ἐπὶ σκαπάνῃ καὶ αὔλακι πρὸς τῇ γῇ διαπονουμένους, δεινοὺς ἀροῦν, ἀγαθοὺς φυτεύειν, ἐν ἀμήτῳ δεξιούς, ἐν ὀρχάτῳ φιλοπόνους; ἢ τούτων μὲν οὐδὲ τὴν ἀρχὴν ἠξίωσεν καταμῖ|ξαι τὰ ἔργα τῇ αὐτοῦ ᾠδῇ, ὅτι μὴ νησιώτῃ γέροντι ἀναθεὶς αὐτά, ἐκπεπτωκότι τῆς ἀρχῆς ὑπὸ ὑβριστῶν νέων, ἐν ‘γουνῷ οἰνοπέδου ἀλωῆςʼ (α 193) ἐπὶ φύλλων χαμαὶ βεβλημένων ὥρᾳ θέρους ἀναπαυομένῳ; Οἱ δὲ μακάριοι αὐτῷ ἄνδρες, οὓς ἐκεῖνος ἐπαινῶν χαίρει, ἕτεροί εἰσιν ἐξ ἑτέρων ἐπιτηδευμάτων καὶ ἕργων· ἢ Ἀχιλλεύς διώκων, ἢ Αἴας μονομαχῶν, ἢ Τεῦκρος τοξεύων, ἢ Διομήδης ἀριστεύων, ἤ τις ἄλλος τῶν δεινῶν τὰ ἀριστευτικά. Μεστὰ δὲ αὐτῷ τὰ ἔπη ἀσπίδων μεγάλων, καὶ κορύθων φαεινῶν, καὶ δοράτων μακρῶν, καὶ ἀρμάτων καλῶν, καὶ ἵππων θεόντων, καὶ ἀγαθῶν κτεινόντων, καὶ δειλῶν κτεινομένων. Τὸν μὲν γὰρ Ἀγαμέμνονα αὐτὸν τὸν τῶν Πανελλήνων βασιλέα οὐκ ἔσχεν ἑτέρως ἐπαινέσαι, ἢ τὸν αἰχμητὴν προσθεὶς τῷ βασιλεῖ, ὡς μόνον δὴ τοῦτο ἔργων ἀρχικώτατον· καὶ φησίν, ὅτι ἦν ὁ Ἀγαμέμνων ἀμφότε ρον, βασιλεὺς καὶ αἰχμητὴς ἀγαθός. Ἐπεὶ καὶ ὁ Μενέλαος βασιλεὺς μὲν ἦν, οὐχ ἧττον ἢ ὁ Ἀγαμέμνων, μαλθακὸς δὲ αἰχμήν, καὶ διὰ τοῦτο ὀλίγον αὐτῷ μετέδωκε ποιητικῆς εὐφημίας Ὅμηρος. Ὅ γε μὴν Ἀγαμέμνων οὗτος, τί ἦν ἂν ἐπικλεέστερος τῶν ἄλλων, εἰ κατὰ τὸ Αργος μένων, γῆν ἀγαθὴν ἔχων, γεωργῶν τὴν γῆν, ἀπέφηνεν αὐτὴν εὐκαρπωτέραν τῆς Αἰγυπτίας; Τοῦ μὲν γὰρ Ὀδυσσέως ἀκούεις αὐτοῦ σεμνολογουμένου περὶ τῆς Ἰθάκης· τρηχεῖα, ἀλλʼ ἀγαθὴ κουροτρόφος, φησίν. Οἶδεν γάρ που, ἅτε σοφὸς ὤν, ὅσον διαφέρει ὁ τῆς ἀνδρείας καρπὸς οὗτος πυρῶν καὶ κριθῶν, καὶ εἴ τις ἄλλη ὑποτροφὴ γῆς.