Ancient Greek
Subsection f to Subsection h
Maximus of Tyre, Dialexeis Subsection f-2-Subsection h
Not analysed yet
Οὐ γὰρ ἐπὶ λοιμὸν παρακαλεῖς τὸν θεόν, οὐδὲ ἐπὶ τοξείαν ὀϊστῶν θανατηφόρων, οὐδὲ ἐπὶ φθορὰν κυνῶν καὶ ἀνδρῶν καὶ ὁρέων· οὐ γὰρ ταῦτα ἔργα μουσικοῦ θεοῦ, καὶ σοφοῦ καὶ μαντικοῦ. Ὅμηρος δὲ αὐτῷ προσέθηκεν τὴν φήμην, αἰνιττόμενος τὴν ἡλίου ἀκτῖνα διʼ ἀέρος χωροῦσαν ὀϊστοῦ θᾶττον, ἀκρατοτέραν τῆς τῶν σωμάτων συμμετρίας. Ἐμοὶ δὲ ᾀθέτω εἴτε καὶ Ὅμηρος, εἴτε Ἡσίοδος, εἴτε τις ἄλλος ποιητὴς δαιμόνιος, θεὸν Παιᾶνα ψυχῆς παθημάτων· ἄξια ταῦτα τοῦ Ἀπόλλωνος, ἄξια τοῦ Διός.