Ancient Greek · ~3 min
ΚΔ΄ XXIV (Duebn. XXX vulg. 14), Section 1
Maximus of Tyre, Dialexeis 1-12
Not analysed yet
Ἐπαμύνωμεν τῷ δήμῳ τῶν γεωργῶν, ἐπείπερ λόγῳ τὰ νῦν γίγνεται ἡ δίαιτα, καὶ οὐχ ὅπλοις· εἰ δὲ καὶ ὅπλων δέοι, τάχα που φανεῖται καὶ ὁ |γεωργὸς οὐδὲν τοῦ ὁπλίτου ἀσθενέστερος. Ἀλλὰ τοῦτο μὲν καὶ αὖθις σκεψόμεθα· λόγῳ δὲ δὴ τὰ νῦν, καὶ οὐχ ὅπλοις, κριτέον τοὺς ἄνδρας· καὶ οὐκ εὐλαβητέον οὔτε Ὅμηρον μαρτυροῦντα, οὔτε ὅστις Ὁμήρου εὐφωνότερος. Εἰ δέ τοι καὶ τοῦτο δέοι, καὶ αὐτοὶ ἀναβιβασόμεθα ἐκ τοῦ Ἑλικῶνος ποιητὴν ἄλλον οὐδὲν ἀδοξότερον τοῦ Ὁμήρου, μεμφόμενον τῷ νῦν γένει, οἳ πρῶτοι κακοεργὸν ἐτεκτήναντο μάχαιραν, εἰνοδίην, πρῶτοι δέ, βοῶν ἐπάσαντο ἀροτήΤὸ γάρ τοι τὰ τοιαῦτα ἐπαινεῖν ἀνδρὸς ἂν εἴη δυσχερέστερον τῷ βίῳ τῆς τοῦ πολεμεῖν χρείας· ἧς κἂν ἀφέλῃς τὸ ἄδικον, ἐλεεινὸν αὐτῆς τὸ ἀναγκαῖον.