Ancient Greek
ΚΓ΄ XXIII (Duebn. XXIX vulg. 13), Section 7
Maximus of Tyre, Dialexeis 7-6
Not analysed yet
ἐρώτων πικροτάτων τῇ Ἑλλάδι. Ποῦ τις ἐλθὼν μετὰ ἀσφαλείας γεωργῇ; ποῦ δὲ εὕρῃ τὸ χρύσεον εἰρήνης πρόσωπον; ποῖον γῆς μέρος ἐραστὰς οὐκ ἔχει (Hes. op. et. d. 640) Ἄσκρη χεῖμα κακή, θέρει ἀργαλέη· ἴωμεν ἐπὶ τὴν Ἄσκρην. Ἀλλʼ αἰγειροφόρος ἡ Βοιωτία. Λιβύη πόρρω μέν, ἀλλὰ εὔβοτος. Ὑπερόριος ἡ Ἰνδῶν γῆ, ἀλλὰ καὶ αὕτη ἐξεῦρεν Μακεδόνα ἐραστήν, διὰ πολλῶν γενῶν καὶ πολέμων βαδίζοντα ἐπʼ αὐτήν. Ποῖ τὶς τράπηται; ποῦ τὶς εὕρῃ γεωργίαν ἀσφαλῆ; Πάντα μεστὰ πολέμων, πάντα ὅπλων. Τοιγαροῦν εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω, εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν. Καλὸν ἡ γεωργία, καλόν, ἐὰν μεῖναι δυνηθῇ, ἐὰν σχολῆς τύχῃ, ἐὰν φυλακὴν ἔχῃ· δέδια δʼ ἐγώ, μὴ τοῦτο ᾖ τὸ καλόν, τὸ τοὺς πολέμους κινοῦν καὶ τὰς στάσεις. Λέγει τὶς παλαιὸς ἀνήρ· μάλιστα γὰρ τῆς γῆς, φησὶν, ἡ ἀρίστη τὰς μεταβολὰς τῶν οἰκητόρων ἐλάμβανεν· τὴν γοῦν Ἀττικήν, διὰ τὸ λεπτόγεω εἶναι ||ἀστασίαστον οὖσαν, ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ ἀεί. Ἀκήκοας, πῶς πόλεμος γίνεται; Μὴ γεώργει, ἄνθρωπε· ἔα τὴν γῆν ἀκαλλώπιστον, αὐχμῶσαν· στάσιν κινεῖς, πόλεμον κινεῖς.