Ancient Greek · ~7 min
ΚΘ΄ XXIX (Duebn. XXXV vulg. 19), Section 1
Maximus of Tyre, Dialexeis 1-15
Not analysed yet
Ὁ μὲν Κροτωνιάτης ἐρᾷ κοτίνου Ὀλυμπικῆς, ὁ δὲ Ἀθηναῖος νίκης τριηρικῆς, ὁ δὲ Σπαρτιάτης ὁπλιτικῆς, ὁ Κρητικὸς θήρας, ὁ Συβαρίτης χλιδῆς, ὁ Θηβαῖος αὐλῶν, ὁ Ἴων χορῶν· καὶ ἔτι δ᾿ αὖ ὁ μὲν χρηματιστὴς χρυσοῦ, ὁ δὲ φίλοινος μέθης, ὁ δὲ μουσικὸς ἔρωτος, ὁ δὲ φιλῳδὸς μελῶν, ὁ δὲ ῥήτωρ λόγων· τουτὶ δὲ τὸ θρέμμα, ὃν καλοῦσιν οἱ ἄνθρωποι φιλόσοφον, πότερα ἀνέραστος ἡμῖν ἐστιν πάντων χρημάτων; Ἠλιθίου ἂν εἴη ὁ βίος, μή τι γε ζῴου ὁρῶντος καὶ ἐμπνεομένου καὶ κινουμένου καὶ φρονοῦντος, ἔχοντος ὁρμὰς καὶ αἰσθήσεις καὶ ὀρέξεις. Ἀλλὰ ἐφίεται μέν τινος, εἰπεῖν δὲ οὐκ ἔχει ξυλλήβδην ὀνόματι ἑνί, ὅτου ἐρᾷ. Εὐδαιμονίας, φησί. Μακάριος τῆς εὐηθείας, εἰ οἴει τῶν παιδικῶν ἐκστήσεσθαί σοι ἕνα γέ τινα τῶν ἐκ τοῦ καταλόγου ἀνδρῶν, ἀλλʼ οὐκ ἀποκρίνεσθαι ἕκαστον, ὡς εὐδαιμονίας εἵνεκα ὁ μὲν ἀθλεῖ, ὁ δὲ πεινῇ, ὁ δὲ χρηματίζεται, ὁ δὲ κυνηγετεῖ, ὁ δὲ γεωργεῖ, ὁ δὲ πολε||μεῖ, ὁ δὲ ἐρᾷ, ὁ δὲ ᾄδει, ὁ δὲ λέγει. Ἤτοι, εἰ ὁ Σαρδανάπαλλος ἐκεῖνος, ὁ τὸ σῶμα ἐκτετριμμένος, καὶ τὼ ὀφθαλμὼ ἐκτετηκώς, καὶ τὴν χαίτην διαπεπλεγμένος, καὶ ἐν πορφυρίσιν κατορωρυγμένος, καὶ ἐν βασιλείοις κατακεκλεισμένος, καὶ παλλακίσιν ἀναμιεμιγμένος, ἄλλό τι ἐδίωκεν, οὐκ εὐδαιμονίαν; οὐ γὰρ δὴ κακοδαίμων ἑκὼν ἦν. Τί δέ; ὁ Πέρσης ὁ τὰ Αἰγυπτίων ἱερὰ ἀφανίζων πυρί, καὶ λοιδορούμενος τῷ ποταμῷ, καὶ καταθύων τὸν βοῦν τὸν Ἄπιν, ἄλλό τι ἢ καὶ οὗτος ἐπὶ ταὐτὰ σπεύδων ταῦτα ἔδρα; ὁ μὲν γὰρ Ξέρξης καὶ ἀμφισβητῆσαι ἄν μοι δοκεῖ πρὸς τὸν Δία περὶ εὐδαιμονίας (τοσοῦτον αὐτοῦ οἶμαι ἐπειλῆφθαι |αὐτῆς), καὶ ὅτι αὐτῷ ἡ Ἀσία πρὸς τὴν Εὐρώπην ξυνεδεῖτο θαλαττίαις ὁλκάσιν εἰς γεφύρας σχῆμα ἐφημέρῳ δεσμῷ. Καὶ μὴν Ὁμήρῳ ὁ Ποσειδῶν ἰσοτιμίαν ἄγει, παρὰ δὲ τούτου, ὡς ᾤετο, καὶ πληγὰς λαμβάνει, εἰς δεσμωτήριον ἐμβάλλεται.