Ancient Greek
2.Subsection a to 2.Subsection e
Maximus of Tyre, Dialexeis 2.Subsection a-13-Subsection e
Not analysed yet
Τί λέγω βασιλεῖς βαρβάρους; οὐχ ὁρᾷς τὸν Πεισίστρατον τὸν Ἕλληνα, τὸν Ἀθηναῖον ἐπὶ τὴν ἀκρόπολιν ἀεὶ θέοντα, ὥσπερ τῆς εὐδαιμονίας αὐτῷ κατορωρυγμένης ἐκεῖ σὺν τῇ ἐλαίᾳ τῇ παλαιᾷ, κἂν ἐκπέσῃ, μὴ ἀνεχόμενον καθʼ ἡσυχίαν ζῆν; Πολυκράτην μὲν γὰρ οὐδὲ τὸ ἐξ Αἰγύπτου νουθέτημα ἔπεισεν μὴ φρονεῖν μέγα ἐπὶ εὐδαιμονίᾳ, ὅτι ἐκέκτητο θάλατταν Ἰωνικήν, καὶ τριήρεις πολλάς, καὶ σφενδόνην καλήν, καὶ Ἀνακρέοντα ἑταῖρον, καὶ παιδικὰ Σμερδίην. Ἀλλʼ οἵδε μὲν ἐοίκασιν οἱ δυνάσται ἐξηπατημένοις ὑπὸ ἁβρότητος καὶ ἡδονῆς, εὐπροσώπων κακῶν. Ὁμήρου δὲ οὐκ ἀκούεις ἐγκωμιάζοντος τοὺς (Hesiod. fr. 101) Αἰακίδας, ὅτι ἦσαν ἄνδρες πολέμῳ κεχαρηότες, ἠΰτε δαιτί; Καὶ τί ἂν εἴη πολέμου ἀχαριστότερον; ἀλλὰ καὶ ὣς τὸ ἄχαρι δήπου πρᾶγμα ἔτυχεν καὶ τοῦτο οὐ φαύλων ἐραστῶν. Οἷος ἦν καὶ ὁ Φίλιππος αὖθις ποτέ, ᾧ κατὰ Μακεδονίαν ἐξὸν μένειν, καὶ ζῆν ἐπὶ τοῖς Ἀμύντου ἀγαθοῖς, καὶ τῇ Περδίκκου εὐδαιμονίᾳ, ἐζήτει ταύτην περϊιὼν ἄλλοθι, ὥσπερ ἐκπεπτωκυῖαν τῆς Μακεδόνων γῆς. Καὶ διὰ τοῦτο, ὡς ἔοικεν, Τριβαλλοῖς ἐπολέμει, Ἰλλυριοῖς ἐπῄει, ἐπολιόρκει Βυζάντιον, κατέσκαπτεν Ὄλυνθον, Ἀθηναίους ἐξηπάτα, Θετταλοῖς συνετίθετο, Θηβαίοις ἐσπένδετο, Ἐλάτειαν ἐλάμβανεν, Φωκέας ἀνίστη, ἐπιώρκει, ἐψεύδετο, ἐπηροῦτο· οὐδὲν ἦν Φιλίππῳ ἀπώμοτον, οὐ ῥῆμα, οὐκ ἔργον, οὐκ αἰσχύ|νη, οὐκ ἀδοξία. Ἐρώμεθα τὸν Φίλιππον·