Ancient Greek · ~4 min
Λ΄ XXX (Duebn. l volg. 31 B 30α΄), Section 1
Maximus of Tyre, Dialexeis 1-16
Not analysed yet
Χαλεπὸν ἐσθλὸν ἔμμεναι, κατὰ παλαιὸν ᾆσμα. Πότερα δὲ ἵππῳ χαλεπὸν ἐσθλὸν ἔμμεναι τὴν ἵππου ἀρετήν, καὶ κυνὶ τὴν κυνός; ἢ ἵππῳ μὲν καὶ κυνὶ οὐ χαλεπὸν τὸ οἰκεῖον ἀγαθόν, ἀλλὰ ῥᾳστώνη τούτων ἑκάστῳ ἐπιλαβέσθαι τῆς αὑτοῦ ἀρετῆς, εἰ ὁ μὲν ἵππος ὑπὸ τέχνης πωλευθείη καλῶς, ὁ δὲ κύων ἐν θήρᾳ σκυλακευθείη δεξιῶς· τῷ δὲ ἀνθρώπῳ μόνῳ δυσθήρατον τὸ ἀγαθὸν καὶ δύσληπτον καὶ ἀμφισβητήσιμον, καὶ οὐδεμία πω ἐξεύρηται τέχνη, ὑφʼ ἧς, εἰ παιδευθείη τουτὶ τὸ γένος, οὐ παρέξει τοῖς σοφισταῖς προφάσεις λόγων καὶ διαγωνίας καὶ ὁμιλίας, οὐδὲ ἀφαιρήσει αὐτοῦ τὴν ἐλπίδα τοῦ τέλους, οὐδὲ προήσεται τὴν σωτηρίαν, διὰ τὸ ἀστάθμητον τῶν λόγων ὑποτετμημένος ταῖς προσδοκίαις, οὐδὲ ἀμελήσει τοῦ μανθάνειν, οὐδὲ πείσεται, ὅπερ τῶν πλεόντων οἱ ναυσιῶντες δὴ καὶ θαλάττῃ πρῶτον ἐντετυχηκότες· οὓς ἐὰν καὶ σμικρὸς ὑπολάβῃ κλύδων, ἐκπλαγέντες τῇ ἀηθείᾳ, καὶ καταλιπόντες τὴν ναῦν, καὶ ἀμελήσαντες τῆς σωζούσης τέχνης, παρέδωκαν αὑτοὺς τῷ κύματι, καὶ προαναλώθησαν τῆς νεώς· τοιοῦτόν τι γάρ μοι δοκοῦσιν δρᾶν καὶ ὅσοι φιλοσοφίας ἐπιλαμβανόμενοι, ἐμπεσόντες αὐτῆς ταῖς πολυφωνίαις, οὐχ ὑπομένουσιν τὸν τῆς ψυχῆς σάλον, ἀλλʼ ἀπεγνώκασιν τοῦ λόγου, ὡς στησομένου ποτὲ καὶ καθορμιοῦντος αὐτοὺς εἰς ἑδραίους λιμένας.