Ancient Greek
7.Subsection i to 7.Subsection l
Maximus of Tyre, Dialexeis 7.Subsection i-2-Subsection l
Not analysed yet
Τὴν δὲ τῶν ἀνθρώπων ἀγέλην, τὴν σύννομον, τὴν ἡμερωτάτην, τὴν κοινωνικοτάτην, τὴν λογικωτάτην, κινδυνεύει διαλύειν καὶ διασπᾶν οὐκ ἐπιθυμία δημώδης μόνον, οὐδὲ ὀρέξεις ἄλογοι, οὐδὲ ἔρωτες κενοί, ἀλλὰ καὶ τὸ βεβαιότατον τῶν ὄντων φιλοσοφία· πολλοὺς καὶ αὕτη δήμους ποιεῖ καὶ νομοθέτας μυρίους, διασπᾷ καὶ διασκίδνησιν τὴν ἀγέλην, καὶ πέμπει ἄλλον ἀλλαχοῦ, Πυθαγόραν μὲν ἐπὶ μουσικήν, Θαλῆ δὲ ἐπὶ ἀστρονομίαν, Ἡράκλειτον δὲ ἐπὶ ἐρημίαν, Σωκράτην δὲ ἐπὶ ἔρωτας, Καρνεάδην δὲ ἐπὶ Ὁρᾷς τὸ πλῆθος τῶν ἡγεμόνων· ὁρᾷς τὸ πλῆθος τῶν συνθημάτων. Ποῖ τις τράπηται; ποῖον αὐτῶν καταδέξωμαι; τίνι πεισθῶ τῶν παραγγελμάτων;