Ancient Greek · ~3 min
ΛΒ΄ XXXII (Duebn. III vulg. 33 B 30 γ΄), Section 1
Maximus of Tyre, Dialexeis 1-17
Not analysed yet
Αἰσώπῳ τῷ Φρυγὶ πεποίηνται λόγῳ δίαιται θηρίων καὶ ξυνουσίαι· διαλέγεται δὲ αὐτῷ καὶ τὰ δένδρα, καὶ οἱ ἰχθύες, ἄλλο ἄλλῳ καὶ ἀνθρώποις ἀναμίξ· καταμέμικται δὲ ἐν τοῖς λόγοις τούτοις νοῦς βραχύς, αἰνιττόμενός τι τῶν ἀληθῶν. Ἄιδεται δή τις αὐτῷ καὶ τοιοῦτος μῦθος. Ἔλαφον διώκει λέων· ἡ δὲ φεύγουσα ὑπεξάγει, καὶ καταδύεται εἰς δρυμὸν βαθύν· ὁ δὲ λέων (ὅσα γὰρ ἀλκῇ προὔχει, τάχει λείπεται) ἐπιστὰς τῷ δρυμῷ ἐρωτᾷ ποιμένα, εἴ που εἶδεν πτήξασαν τὴν ἔλαφον; ὁ δὲ ποιμὴν οὐκ ἔφη εἰδέναι· καὶ ὁμοῦ λέγων, τὴν χεῖρα ἀποτείνας, ἔδειξε τὸ χωρίον. Ὤιχετο ὁ λέων ἐπὶ τὴν δειλαίαν ἔλαφον· ἡ δὲ ἀλώπηξ (σοφὴ γάρ τις αὕτη τῷ Αἰσώπῳ ἐστὶν) πρὸς τὸν ποιμένα λέγει· ‘Ὡς δειλὸς ἄρα καὶ πονηρὸς ἦσθα· δειλὸς μὲν πρὸς λέοντας, πονηρὸς δὲ ἐς ἐλάφους᾿.