Ancient Greek · ~4 min
ΛΒ΄ XXXII (Duebn. III vulg. 33 B 30 γ΄), Section 2
Maximus of Tyre, Dialexeis 2-16
Not analysed yet
Δοκεῖ μοι δὴ χρήσασθαι, ἂν ᾖ, ὁ Ἐπίκουρος τῷ Φρυγίῳ τούτῳ αἰνίγματι πρὸς τὸν τῆς ἡδονῆς κατήγορον, τῇ μὲν φωνῇ ἀνδριζόμενον, τῇ δὲ γνώμῃ, καθάπερ τῇ χειρί, ἐκτεινόμενον ἐφ᾿ ἡδονῇ. Τίς γὰρ οὕτω πολεμήσαιτο ἑαυτῷ, ὥστε τὸ μόνον δὴ πραγμάτων τῇ αὑτοῦ φύσει ἐπα|γωγότατον ἀποσείσασθαι ἑκών; Τὰ μὲν γὰρ ἄλλα, ἃ ὑπʼ ἀνθρώπων διώκεται, ἢ πείρᾳ γνωρισθέντα παρεδέχθη, ἢ τέχνῃ δοκιμασθέντα ἐτιμήθη, ἢ λόγῳ ἐξετασθέντα ἐπιστεύθη, ἢ χρόνῳ βασανισθέντα ἠγαπήθη· ἡδονὴ δὲ καὶ λόγου ἀδεής, καὶ τέχνης πρεσβυτέρα, καὶ τὴν πεῖραν φθάνει, καὶ οὐκ ἀναμένει χρόνον, ἀλλὰ ὑπερφυὴς ἡ πρὸς αὐτὴν φιλία καὶ ἡλικιῶτις τῶν σωμάτων, ὥσπερ κρηπίς, τῇ σωτηρίᾳ τοῦ ζῴου ὑποβέβληται· ἣν εἴ τις ἀφέλοι, τὸ γενόμενον εὐθὺς οἴχεσθαι δεῖ. Ἐπιστήμην μὲν γάρ, καὶ λόγον, καὶ τοῦτο δὴ τὸ θρυλούμενον, τὸν νοῦν αὐτόν, προῖὼν τῷ χρόνῳ ὁ ἄνθρωπος, τῇ κατὰ βραχὺ ἐντεύξει τῶν αἰσθήσεων διὰ τῆς πείρας ξυνενεικάμενος, ἤθροισεν ἐφʼ ἑαυτῷ· ἡδονὴν δὲ αὐτοδίδακτος παρὰ τῆς φύσεως λαβὼν ἔχει ἐξ ἀρχῆς εὐθύς· καὶ ταύτην μὲν ἀγαπᾷ, πολεμεῖ δὲ τῷ ἀλγεινῷ· καὶ ὑπὸ μὲν τῆς σώζεται, ὑπὸ δὲ τοῦ ἀλγεῖν φθείρεται.