Ancient Greek · ~3 min
ΛΓ΄ XXΣIII (Duebn IV vulg. 34 B 1), Section 1
Maximus of Tyre, Dialexeis 1-18
Not analysed yet
Χαλεπὸν εὑρεῖν λόγον ἀληθῆ· κινδυνεύει γὰρ ἡ τοῦ ἀνθρώπου ψυχή, διʼ εὐπορίαν τοῦ φρονεῖν, τοῦ κρίνειν ἀπορεῖν. Καὶ αἱ μὲν ἄλλαι τέχναι, πρόσω ἰοῦσαι, κατὰ τὴν εὕρεσιν εὐστοχώτεραι γίγνονται, ἐκάστη περὶ τὰ αὐτῆς ἔργα· φιλοσοφία δέ, ἐπειδἀν αὐτῆς εὐπορώτατα ἔχῃ, τότε μάλιστα ἐμπίμπλαται λόγων ἀντιστασίων καὶ ἰσορρόπων· καὶ ἔοικεν γεωργῷ, ἐπειδὰν ἐν περιουσίᾳ γένηται ὀργάνων πολλῶν, ἀκαρποτέρᾳ τῇ γζ χρωμένῳ. Τὰς μὲν οὖν πολιτικὰς διαδικασίας εὐθύνει ψῆφος καὶ ἀριθμὸς δικαστῶν, καὶ γνώμη ῥήτορος, καὶ δήμου χεῖρες· ἐνταῦθα δὲ τίς ἡμῖν παρέσται δικαστής, καὶ τίνι ψήφῳ τἀληθὲς κρινοῦμεν; Αόγῳ; ἀλλʼ οὐκ ἂν ἔχοις εἰπεῖν λόγον, ὅτῳ οὐκ ἄν ἐξεύροις τὸν ἐναντίον. Πάθει; ἀλλʼ ἄπιστος ὁ δικαστής. Πλήθει; ἀλλὰ πλείους οἱ ἀμαθέστεροι. Δόξῃ; ἀλλὰ τὰ χείρω ἐνδοξότερα.