Ancient Greek · ~7 min
ΛΒ΄ XXXII (Duebn. III vulg. 33 B 30 γ΄), Section 10
Maximus of Tyre, Dialexeis 10-2
Not analysed yet
Τὸυ Διογένην ἐῶμεν, καὶ μετίωμεν τοὺς νομοθέτας, καὶ πολιτείας σκεψώμεθα. Μή με οἰηθῇς ἐπὶ Σύβαριν ἥξειν, μηδὲ Συρακοσίων μνησθήσεσθαι τῶν ἁβροτάτων, μηδὲ Κορινθίων τῶν φιληδόνων, μηδὲ Χίων τῶν πλουσίων, μηδὲ Λεσβίων τῶν εὐοινοτάτων, μηδὲ Μιλησίων τῶν εὐειμονωτάτων· ἀλλʼ ἐπὶ τοὺς ἡγεμόνας ἔρχομαι, ἐπὶ Ἀθηναίους ἔρχομαι, καὶ τὰ Λακεδαιμονίων ἐξετάζω. Μάστιγες αὗται καὶ πληγαὶ Αακωνικαί, καὶ θῆραι, καὶ δρόμοι, καὶ δεῖπνα λιτά, καὶ στιβάδες εὐτελεῖς· ἀλλʼ ὁρῶ καὶ τούτων τὰ τερπνά. Κὺ γε, ὧ Αυκοῦργε, σμικρῶν πόνων μεγάλας ἡδονὰς ἀντεισάγεις· ὀλίγα δούς, μεγάλα ἔλαβες· ἐφημέρους δοὺς πόνους, ἡδονὰς διηνεκεῖς ἀντέλαβες. Τινες, λέξει, Χπαρτιατικαὶ ἡ Θοναί; Πόλις ἀτείχιστος, ἄφοβος, ἄπειρος πυρός, ἀθέατος πολεμίων, ἀθέατος ξενικῶν ἀσπίδων, ||ἀνή κοος στόνων, ἀνήκοος ἀπειλῆς. Τί δʼ ἄν εἴη φόβου λυπηρότερον; τί δὲ δουλείας ἀνιαρότερον; τί δὲ ἀνάγκης ἐπιπονώτερον; ὅταν δὲ ταῦτα ἀπαλλάξῃς πόλεως, πολλὰς αὐτοῖς ἡδονὰς ἀντεισάγεις. Κκείνης τῆς ἡδονῆς θρέμμα ἦν ὁ Λεωνίδας, ἐκείνης ὁ Ὀθρυάδας, ἐκείνης ὁ Καλλικρατίδας. ‘Ἀλλʼ ἀπέθνησκον οὗτοιʼ. Ἀπέθνησκον καλῶς· “Υπὲρ ποίων ἡδονῶνʼ; Καὶ γὰρ τῶν σωμάτων ἐκκόπτεται μέρη ὑπὲρ ῥᾳστώνης τοῦ ὅλου. Μέρος ἦν ὁ Λεωνίδας καὶ τῆς Χπτάρτης, ἀλλὰ ἀπέθνησκεν ὑπὲρ τῆς Σπάρτης· μέρος ὁ Ὀθρυάδας, Καλλικρατίδας μέρος· τοιγαροῦν ἀφαιρουμένων σμικρῶν μερῶν, ἐσώζοντο αἱ οἴκοι ἡδοναί. Τὰ δὲ Ἀθηναίων τί χρὴ λέγειν; πάντα μεστὰ ἑορτῆς τὰ Ἀττικά, πάντα θυμηδίας· καὶ διέλαχον αὐτοῖς ὡραι τὰς ἡδονάς, |ἦρος Διονύσια, μετοπώρου μυστήρια· καὶ ἄλλην ὥραν ἔχει ἄλλος θεός, Παναθήναια, κειροφόρια, Ἅλῶα, Ἀπατούρια. Ναυμαχοῦσιν ἐν θαλάττῃ, οἱ δὲ οἴκοι ἑορτάζουσιν· πολεμοῦσιν ἐν γῇ, οἱ δὲ ἐν Διυ νύσου γελῶσιν. Ἀλλʼ οὐδὲ οἷ πόλεμοι, τὸ σκυθρωπότατον, ἡδονῶν ἔρημοι· ἀλλὰ συντάττεται τούτοις Τυρρηνὴ σάλπιγξ, ἢ αὐλὸς τριηρικός, ἢ φδὴ ἐμβατήριος. λρᾷς τὴν ἀφθονίαν τῶν ἡδονῶν.