Ancient Greek · ~6 min
ΛϚ΄ ΧXXV (Dubn XXXVI vulg. 20), Section 1
Maximus of Tyre, Dialexeis 1-19
Not analysed yet
Bούλομαί σοι κατὰ τὴν τοῦ Δυδοῦ σοφίαν ποιῆσαι μῦθον· διαλέξονται δέ μοι ἐν τῷ μύθῳ οὐχ ὁ λέων, οὐδὲ ὁ ἀετός, οὐδὲ τὰ τούτων ἔτι ἀφωνότερα, αἱ δρύες, ἀλλʼ ὡδί μοι λελέξεται· δεὺς ἥν καὶ οὐρανὸς καὶ γῆ· οὐρανῷ μὲν πολῖται θεοί· τὰ δὲ γῆς θρέμιματα, οἷ ἄνθρωποι, οὔπω ποτὲ ἐν φωτὶ ἡσαν. Καλεῖ δὴ Ζεὺς Προμηθέα, καὶ αὐτῷ προστάττει κα τανεῖμαι τῇ γῇ ἀποικίαν, ζῷον ἀπλοῦν, κατὰ μὲν τὴν γνώμην ἐγγύτατα ἡμῖν τοῖς θεοῖς, τὸ δὲ σῶμα αὐτῶν ἔστω λεπτόν, καὶ ὄρθιον, καὶ σύμμετρον, καὶ ἰδεῖν ἥμερον, καὶ χειρουργεῖν εὔκολον, καὶ βαδίζειν ἀσφαλέςʹ. Πείθεται ὁ Προμηθεὺς Διί, καὶ ποιεῖ ἀνθρώπους, καὶ οἰκίζει τὴν γῆν. Οἱ δὲ ἐπεὶ γενέσεως ἐπελάβοντο, οὐ χαλεπῶς διέζων· καὶ γὰρ τροφὴν αὐτοῖς ἀποχρῶσαν γῆ παρείχετο, λειμῶνας δασεῖς, καὶ ὄρη κομῶντα, καὶ καρπῶν χορηγίαν, ὅσα γῆ φέρειν φιλεῖ μηδὲν ὑπὸ γεωργῶν ἐνοχλουμένη· παρείχοντο δὲ καὶ αἱ νύμφαι κρήνας καθαρὰς καὶ ποταμοὺς διειδεῖς, καὶ ἄλλων ναμάτων εὐπόρους τὲ καὶ δαψιλεῖς πηγάς· πρὸς δὲ καὶ θάλπος μὲν ἐξ ἡλίου τοῖς σώμασιν περιχεόμενον συμιμέτρως αὐτὰ παρεμυθεῖτο, αὖραι δὲ ἐκ ποταμῶν ὥρᾳ θέρους ἐπιπνέουσαι ἀνέψυχον αὐτοῖς τὰ σώματα· περιμάχητον δʼ ἥν τούτων οὐδὲν ἐν ἀφθόνῳ τῇ τῶν αὐτὸΔοκοῦσιν μάτων χορηγίᾳ διαιτωμένοις. δέ μοι καὶ οἱ ποιηταὶ ἐγγύτατα εἶναι τῷ ἡμετέρῳ τούτῳ μύθῳ, ὑπὸ Κρόνῳ θεῶν βασιλεῖ τοιοῦτόν τινα αἰνιττόμενοι βίον, ἀπόλεμον, ἀσίδηρον, ἀφύλακτον, εἰρηνικόν, ἀπεριμάχητον, ὑγιεινόν, ἀνενδεᾶ· καὶ τὸ χρυσοῦν γένος τοῦτο, ὡς ἔοικεν, ὁ Ἡσίοδος καλεῖ, νεανιευόμενὸς πρὸς ἡμιᾶς.