Ancient Greek
ΛϚ΄ ΧXXV (Dubn XXXVI vulg. 20), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection a-16
Not analysed yet
Ἐμοί δὲ ὁ μῦθος ἀπελθὼν ἐκποδών, καὶ γενόμενος ἐκ μύθου αὐτὸ τοῦτο λόγος, προῖὼν παραβαλλέτω βίον βίῳ, τῷ προτέρῳ τὸν δεύτερον, εἴτε σιδηροῦν τις αὐτόν, εἴτε καὶ ἄλλῃ πη ὀνομάζων χαίρει, ἡνίκα ἤδη κληρουχήσαντες οἱ ἄνθρωποι τὴν γῆν, ἐπετέμοντο αὐτῆς ἄλλος ἄλλην μοῖραν, περιβάλλοντες αὐτοῖς ἕρκη καὶ τειχία, καὶ τὰ σώματα σπαργάνοις μαλθακοῖς καθειλίξαντες, καὶ τὼ πόδε σκύτεσιν χαρακώσαντες, καὶ χρυσὸν οἷ μὲν τοῖς αὐχέσιν, οἱ δὲ ταῖς κεφαλαῖς, οἱ δὲ τοῖς δακτύλοις περιαρτήσαντες, εὔφημόν τινα καὶ εὐπρόσωπον δεσμόν, καὶ στέγας οἰκοδομησάμενοι, καὶ κλεῖδας καὶ αὐλίους καὶ προπύλαια ἄττα ἐπιστήσαντες·