Ancient Greek · ~4 min
ΛΗ΄ XXΧVIII (Duebn. XXXVIII vulg. 22), Section 1
Maximus of Tyre, Dialexeis 1-20
Not analysed yet
Ὅμηρος μὲν πρὸς τὸν Τηλέμαχον διαλεγόμενος ἐν προσώπῳ Νέστορος, οὑτωσὶ περὶ αὐτοῦ λέγει· οὐ γὰρ ὁΐω οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε· ὁ δὲ αὐτὸς καὶ τοὺς ἀγαθοὺς ἅπαντας δίους καλεῖ, διότι ἦσαν, οἶμαι, οὐ κατὰ τέχνην ἀγαθοί, ἀλλὰ ἔργον Διός. Ὑποπτεύω δὲ αὐτοῦ κατὰ ταὐτὰ τὰ ἔπη, ἃ περὶ τοῦ Δημοδόκου λέγει, ὅτι ἦν αὐτῷ πεποιημένα μὲν εἰς τὴν αὐτοῦ τύχην, ἀνακείμενα δὲ τῷ Δημοδόκῳ. Ἔχει δὲ τὰ ἔπη ὧδέ πως· τὸν περὶ μοῦσα φίλησε, δίδου τʼ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν. Ἐγὼ δὲ αὐτῷ περὶ μὲν τῆς ᾠδῆς συντίθεμαι, περὶ δὲ τῆς συμφορᾶς οὐ συντίθεμαι· οὐ γὰρ μουσικὸν τὸ δῶρον. Ἀπίθανος δὲ καὶ ὁ Δημόδο|κος, οὑτωσὶ περὶ αὑτοῦ λέγων· αὐτοδίδακτος δ᾿ εἰμί, θεοὶ δέ μοι ὤπασαν ὀμφήν. ||Καὶ πῶς ἐσσί, ὦ βέλτιστε, ἀοιδῶν αὐτοδίδακτος; παρὰ θεῶν τὴν ὀμφὴν ἔχων, οἵπερ διδασκάλων ἀπταιστότατοι; Ἀποκρίνεται ὁ Δημόδοκος ὅπερ ἂν τῶν πλουσίων οἱ πατρῷον λαβόντες κλῆρον πρὸς τοὺς χρηματιστὰς ἀποκρίναιντο, ὡς ἔστιν αὐτοῖς αὐτογενὴς ὁ πλοῦτος, οὐ παῤ ἄλλων τέχνῃ καὶ πόνῳ συνενηνεγμένος.