Ancient Greek · ~3 min
ΛΗ΄ XXΧVIII (Duebn. XXXVIII vulg. 22), Section 2
Maximus of Tyre, Dialexeis 2-20
Not analysed yet
Ἐπεὶ καὶ τὸν Ἡσίοδον τί οἰόμεθα ποιμαίνοντα περὶ τὸν Ἑλικῶνα ἐν Βοιωτίᾳ, ᾀδούσαις ταῖς μούσαις ἐντυχόντα, ὀνειδισθέντα τῆς τέχνης τῆς ποιμενικῆς, παῤ αὐτῶν λαβόντα δάφνης κλάδους, εὐθὺς ᾄδειν, γενόμενον ποιητὴν ἐκ ποιμένος, ὥσπερ φασὶν τοὺς κορυβαντιῶντας, ἐπειδὰν ἀκούσωσιν αὐλοῦ, ἐνθουσιᾶν, τῶν προτέρων λογισμῶν ἐξισταμένους; πολλοῦ γε καὶ δεῖ. Ἀλλὰ ᾐνίξατο, οἶμαι, ὁ Ἡσίοδος τὸ αὐτοφυὲς τῆς αὐτοῦ τέχνης, ἀναθέμενος αὐτοῦ τὴν αἰτίαν τῷ μουσῶν χορῷ, ὥσπερ ἂν εἰ καὶ χαλκευτικὸς γενόμενός τις τέχνης ἄνευ ἀνετίθετο Ἡφαίστῳ φέρων τὸ αὐτόματον τῆς δημιουργίας. Τί δὲ οἱ Κρῆτες; ἦ σοι οὐ δοκοῦσιν ὑπὸ βασιλεῖ τῷ Μίνω κοσμηθέντες καλῶς, ἀγασθέντες τῆς ἀρετῆς, διδάσκαλον αὐτῷ ἐπιφημίσαι τὸν Δία; εἶναι μὲν αὐτόθι ἐν τῇ Ἴδῃ ἄντρον Διός, φοιτῶντα δὲ τὸν Μίνω διʼ ἐνάτου ἔτους, συγγιγνόμενον τῷ Διί, μανθάνειν παρʼ αὐτοῦ τὰ πολιτικά. Οὗιοι Κρητῶν λόγοι.